Χορός
ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας:
ἐπιστάμεσθα δ᾽, ἐξ ὅτου λευκὴν ἐγὼ
τήνδ᾽ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα,
μή πώ ποτ᾽ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν.
Κρέων
1095ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας.
τό τ᾽ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ
ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα.
Χορός
εὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν.
Κρέων
τί δῆτα χρὴ δρᾶν; φράζε. πείσομαι δ᾽ ἐγώ.
Χορός
1100ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης
ἄνες, κτίσον δὲ τῷ προκειμένῳ, τάφον.
Κρέων
καὶ ταῦτ᾽ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν;
Χορός
ὅσον γ᾽, ἄναξ, τάχιστα: συντέμνουσι γὰρ
θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι.
Κρέων
1105οἴμοι: μόλις μέν, καρδίας δ᾽ ἐξίσταμαι
τὸ δρᾶν: ἀνάγκῃ δ᾽ οὐχὶ δυσμαχητέον.
Χορός
δρᾶ νυν τάδ᾽ ἐλθὼν μηδ᾽ ἐπ᾽ ἄλλοισιν τρέπε.
Κρέων
ὧδ᾽ ὡς ἔχω στείχοιμ᾽ ἄν: ἴτ᾽ ἴτ᾽ ὀπάονες,
οἵ τ᾽ ὄντες οἵ τ᾽ ἀπόντες, ἀξίνας χεροῖν
1110ὁρμᾶσθ᾽ ἑλόντες εἰς ἐπόψιον τόπον.
ἐγὼ δ᾽, ἐπειδὴ δόξα τῇδ᾽ ἐπεστράφη,
αὐτός τ᾽ ἔδησα καὶ παρὼν ἐκλύσομαι.
δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους
ἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν.