Κρέων
ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ
τοξεύετ᾽ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς
1035ἄπρακτος ὑμῖν εἰμι: τῶν δ᾽ ὑπαὶ γένους
ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι.
κερδαίνετ᾽, ἐμπολᾶτε τἀπὸ Σάρδεων
ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν
χρυσόν: τάφῳ δ᾽ ἐκεῖνον οὐχὶ κρύψετε,
1040οὐδ᾽ εἰ θέλουσ᾽, οἱ Ζηνὸς αἰετοὶ βορὰν
φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους,
οὐδ᾽ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ
θάπτειν παρήσω κεῖνον: εὖ γὰρ οἶδ᾽ ὅτι
θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.
1045πίπτουσι δ᾽, ὦ γεραιὲ Τειρεσία, βροτῶν
χοἰ πολλὰ δεινοὶ πτώματ᾽ αἴσχρ᾽, ὅταν λόγους
αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.
Τειρεσίας
φεῦ.
ἆρ᾽ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται,
Κρέων
τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις;
Τειρεσίας
1050ὅσῳ κράτιστον κτημάτων εὐβουλία;
Κρέων
ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη.
Τειρεσίας
ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.
Κρέων
οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.
Τειρεσίας
καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.
Κρέων
1055τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος.
Τειρεσίας
τὸ δ᾽ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ.
Κρέων
ἆρ᾽ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;
Τειρεσίας
οἶδ᾽: ἐξ ἐμοῦ γὰρ τήνδ᾽ ἔχεις σώσας πόλιν.
Κρέων
σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.
Τειρεσίας
1060ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι.
Κρέων
κίνει, μόνον δὲ μὴ 'πὶ κέρδεσιν λέγων.
Τειρεσίας
οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.
Κρέων
ὡς μὴ 'μπολήσων ἴσθι τὴν ἐμὴν φρένα.