[11] ἐκείνους τε γὰρ νικᾶν μὲν ἂν βούλεσθαι, καταβῆναι δ᾽ εἰς αὐτοὺς οὐκ ἂν τολμῆσαι διὰ τὸ μὴ μετεσχηκέναι ῥώμης ἀξίας τῶν στεφάνων, τῶν τε παρ᾽ ὑμῶν τιμῶν εὔξασθαι μὲν ἂν τυχεῖν, ἐφίξεσθαι δ᾽ αὐτῶν οὐ προσδοκᾶν: τήν τε γὰρ ἀπειρίαν τὴν αὑτοῦ καταπεπλῆχθαι καὶ τὴν λαμπρότητα τὴν ὑμετέραν, ἔτι δὲ καὶ τὸ σωμάτιον οὐκ εὐκρινὲς ὂν ἀλλ᾽ ἔχον ἄττα σίνη νομίζειν ἐμποδιεῖν αὑτὸν πρὸς πολλὰ τῶν πραγμάτων.