Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὡς δ᾽ οὖν ἐπέπρακτο τοῖς περὶ Βροῦτον καὶ Κάσσιον τὸ ἔργον καὶ
τῶν Καίσαρος φίλων συνισταμένων ἐπὶ τοὺς ἄνδρας αὖθις ἦν δέος
ἐμφυλίοις πολέμοις περιπετῆ γενέσθαι τήν πόλιν, [p. 190] Ἀντώνιος
μὲν ὑπατεύων τήν βουλὴν συνήγαγε καὶ βραχέα διελέχθη περὶ ὁμονοίας,
Κικέρων δὲ πολλὰ πρὸς τὸν καιρὸν οἰκείως διελθών ἔπεισε τήν σύγκλητον
Ἀθηναίους μιμησαμένην ἀμνηστίαν τῶν ἐπὶ Καίσαρι ψηφίσασθαι νεῖμαι δὲ
τοῖς περὶ Κάσσιον καὶ Βροῦτον ἐπαρχίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.