Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἰκιζομένης δὲ Μεσσήνης ὑπὸ τῶν περὶ τὸν Ἐπαμεινώνδαν, καὶ τῶν ἀρχαίων πολιτῶν πανταχόθεν εἰς αὐτὴν συμπορευομένων, διαμάχεσθαι μὲν οὐκ ἐτόλμων οὐδὲ κωλύειν ἐδύναντο, χαλεπῶς δὲ καὶ βαρέως πρὸς τὸν Ἀγησίλαον εἶχον, ὅτι χώραν οὔτε πλήθει τῆς Λακωνικῆς ἐλάττονα καὶ πρωτεύουσαν ἀρετῇ τῆς Ἑλληνικῆς ἔχοντες καὶ καρπούμενοι χρόνον τοσοῦτον ἐπὶ τῆς ἐκείνου βασιλείας ἀπολωλέκασι.
[2]
διὸ καὶ προτεινομένην ὑπὸ τῶν Θηβαίων τὴν εἰρήνην ὁ Ἀγησίλαος οὐκ ἐδέξατο. μὴ βουλόμενος δὲ τῷ λόγῳ προέσθαι τοῖς ἔργῳ κρατοῦσι τὴν χώραν, ἀλλὰ φιλονεικῶν, ἐκείνην μὲν οὐκ ἀπέλαβε, μικροῦ δὲ τὴν Σπάρτην προσαπέβαλε καταστρατηγηθείς.
[3]
ἐπεὶ γὰρ οἱ Μαντινεῖς αὖθις ἀπέστησαν τῶν Θηβαίων καὶ μετεπέμποντο τοὺς Λακεδαιμονίους, αἰσθόμενος ὁ Ἐπαμεινώνδας τὸν Ἀγησίλαον ἐξεστρατευμένον μετὰ τῆς δυνάμεως καὶ προσιόντα, λαθὼν τοὺς Μαντινεῖς ἀνέζευξε νυκτὸς ἐκ Τεγέας ἄγων ἐπ᾽ αὐτὴν τὴν Λακεδαίμονα τὸ στράτευμα, καὶ μικρὸν ἐδέησε
[p. 96]
παραλλάξας τὸν Ἀγησίλαον ἔρημον ἐξαίφνης καταλαβεῖν τὴν πόλιν.
[4]
Εὐθύνου δὲ Θεσπιέως, ὡς Καλλισθένης φησίν, ὡς δὲ Ξενοφῶν, Κρητός τινος, ἐξαγγείλαντος τῷ Ἀγησιλάῳ, ταχὺ προπέμψας ἱππέα τοῖς ἐν τῇ πόλει φράσοντα, μετ᾽ οὐ πολὺ καὶ αὐτὸς παρῆλθεν εἰς τὴν Σπάρτην. ὀλίγῳ δὲ ὕστερον οἱ Θηβαῖοι διέβαινον τὸν Εὐρώταν καὶ προσέβαλλον τῇ πόλει, μάλα ἐρρωμένως τοῦ Ἀγησιλάου καὶ παρ᾽ ἡλικίαν ἐπαμύνοντος.
[5]
οὐ γὰρ, ὡς
πρότερον, ἀσφαλείας ἑώρα τὸν καιρὸν ὄντα καὶ φυλακῆς, ἀλλὰ μᾶλλον ἀπονοίας καὶ τόλμης, οἷς τὸν ἄλλον χρόνον οὐδέποτε πιστεύσας οὐδὲ χρησάμενος, τότε μόνοις ἀπεώσατο τὸν κίνδυνον, ἐκ τῶν χειρῶν τοῦ Ἐπαμεινώνδου τὴν πόλιν ἐξαρπάσας, καὶ στήσας τρόπαιον, καὶ τοῖς παισὶ καὶ ταῖς γυναιξὶν ἐπιδείξας τὰ
κάλλιστα τροφεῖα τῇ πατρίδι τοὺς Λακεδαιμονίους ἀποδιδόντας,
[6]
ἐν δὲ
πρώτοις τὸν Ἀρχίδαμον ἀγωνιζόμενον ὑπερηφάνως τῇ τε
ῥώμῃ τῆς ψυχῆς καὶ τῇ κουφότητι τοῦ σώματος,
ὀξέως ἐπὶ τὰ θλιβόμενα τῆς μάχης διαθέοντα
διὰ τῶν στενωπῶν καὶ πανταχοῦ μετ᾽ ὀλίγων
ἀντερείδοντα τοῖς πολεμίοις: Ἰσίδαν δὲ δοκῶ,
τὸν Φοιβίδου υἱόν, οὐ τοῖς πολίταις μόνον, ἀλλὰ
καὶ τοῖς πολεμίοις θέαμα φανῆναι καινὸν1 καὶ ἀγαστόν.
[7]
ἦν
μὲν γὰρ ἐκπρεπὴς τὸ εἶδος καὶ τὸ μέγεθος τοῦ σώματος, ὥραν δὲ ἐν ᾗ τὸ ἥδιστον ἀνθοῦσιν ἄνθρωποι παριόντες εἰς ἄνδρας ἐκ παίδων εἶχε, γυμνὸς δὲ καὶ ὅπλων τῶν σκεπὸν
[p. 98]
τῶν καὶ ἱματίων, λίπα χρισάμενος τὸ σῶμα, καὶ τῇ μὲν ἔχων χειρὶ λόγχην, τῇ δὲ ξίφος, ἐξήλατο τῆς οἰκίας, καὶ διὰ μέσων τῶν μαχομένων ὠσάμενος ἐν τοῖς πολεμίοις ἀνεστρέφετο, παίων τὸν προστυχόντα καὶ καταβάλλων,
[8]
ἐτρώθη δὲ ὑπ᾽ οὐδενός, εἴτε θεοῦ δι᾽ ἀρετὴν φυλάττοντος αὐτόν, εἴτε μεῖζόν τι καὶ κρεῖττον ἀνθρώπου φανεὶς τοῖς ἐναντίοις. ἐπὶ τούτῳ δὲ λέγεται τοὺς ἐφόρους στεφανώσαντας αὐτὸν εἶτα χιλίων δραχμῶν ἐπιβαλεῖν ζημίαν, ὅτι χωρὶς ὅπλων διακινδυνεύειν ἐτόλμησεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.