previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐ μὴν ἀλλὰ τοῖς πολλοῖς, ὡς ἀφίσταντο μὲν οἱ σύμμαχοι, προσεδοκᾶτο δὲ νενικηκὼς Ἐπαμεινώνδας καὶ μεγαλοφρονῶν ἐμβαλεῖν εἰς Πελοπόννησον, ἔννοια τῶν χρησμῶν ἐνέπεσε τότε, πρὸς τὴν χωλότητα τοῦ Ἀγησιλάου, καὶ δυσθυμία πολλὴ καὶ πτοία πρὸς τὸ θεῖον, ὡς διὰ τοῦτο πραττούσης κακῶς τῆς πόλεως, ὅτι τὸν ἀρτίποδα τῆς βασιλείας ἐκβαλόντες εἵλοντο χωλὸν καὶ πεπηρωμένον: παντὸς μᾶλλον αὐτοὺς ἐδίδασκε φράζεσθαι καὶ φυλάττεσθαι τὸ δαιμόνιον. [2] διὰ δὲ τὴν ἄλλην δύναμιν αὐτοῦ καὶ ἀρετὴν καὶ δόξαν οὐ μόνον ἐχρῶντο βασιλεῖ καὶ στρατηγῷ τῶν κατὰ πόλεμον, ἀλλὰ καὶ τῶν πολιτικῶν ἀποριῶν ἰατρῷ καὶ διαιτητῇ, τοῖς ἐν τῇ μάχῃ καταδειλιάσασιν, οὓς αὐτοὶ τρέσαντας ὀνομάζουσιν, ὀκνοῦντες τὰς ἐκ τῶν νόμων ἀτιμίας προσάγειν, πολλοῖς οὖσι καὶ δυνατοῖς, φοβούμενοι νεωτερισμὸν ἀπ᾽ αὐτῶν. [3] οὐ γὰρ μόνον ἀρχῆς ἀπείργονται πάσης, ἀλλὰ καὶ δοῦναί τινι τούτων γυναῖκα καὶ λαβεῖν ἄδοξόν ἐστι: παίει δὲ βουλόμενος αὐτοὺς τῶν ἐντυγχανόντων. οἱ [p. 84] δὲ καρτεροῦσι περιϊόντες αὐχμηροὶ καὶ ταπεινοί, τρίβωνάς τε προσερραμμένους χρώματος βαπτοῦ φοροῦσι, καὶ ξυρῶνται μέρος τῆς ὑπήνης, μέρος δὲ τρέφουσι. [4] δεινὸν οὖν ἦν τοιούτους ἐν τῇ πόλει περιορᾶν πολλοὺς οὐκ ὀλίγων δεομένῃ στρατιωτῶν, καὶ νομοθέτην αἱροῦνται τὸν Ἀγησίλαον. δὲ μήτε προσθείς τι μήτε ἀφελὼν μήτε μεταγράψας εἰσῆλθεν εἰς τὸ πλῆθος τῶν Λακεδαιμονίων καὶ φήσας ὅτι τούς νόμους δεῖ σήμερον ἐᾶν καθεύδειν, ἐκ δὲ τῆς σήμερον ἡμέρας κυρίους εἶναι πρὸς τὸ λοιπόν, ἅμα τούς τε νόμους τῇ πόλει καὶ τούς ἄνδρας ἐπιτίμους ἐφύλαξε. [5] βουλόμενος δὲ τὴν παροῦσαν ἀθυμίαν καὶ κατήφειαν ἀφελεῖν τῶν νέων ἐνέβαλεν εἰς Ἀρκαδίαν, καὶ μάχην μὲν ἰσχυρῶς ἐφυλάξατο συνάψαι τοῖς ἐναντίοις, ἑλὼν δὲ πολίχνην τινὰ τῶν Μαντινέων καὶ τὴν χώραν ἐπιδραμών, ἐλαφροτέραν ἐποίησε ταῖς ἐλπίσι καὶ ἡδίω τὴν πόλιν, ὡς οὐ παντάπασιν ἀπεγνωσμένην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: