Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἤδη δὲ τῆς ἀρχῆς αὑτοῖς
τελευτώσης ἔτυχον μὲν ἐκκλησιάζοντες, ἀνὴρ δέ
τις οὐ τῶν ἐπιφανῶν, ἱππεὺς Ῥωμαίων, ἀγροῖκος
δὲ τῷ βίῳ καὶ ἰδιώτης, Ὀνότιος1 Αὐρήλιος,
ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ προελθὼν2 ὄψιν διηγεῖτο
κατὰ τοὺς ὕπνους αὐτῷ γενομένην. ‘ὁ γὰρ
[p. 352]
Ζεύς,’ ἔφη, ‘μοι φανεὶς προσέταξεν εἰς κοινὸν εἰπεῖν ὅπως μὴ πρότερον περιίδητε τοὺς ὑπάτους ἀποθέσθαι τὴν ἀρχὴν ἢ φίλους γενέσθαι.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.