Ἑλένη
ὦ παῖ Κλυταιμήστρας τε καὶ Ἀγαμέμνονος,
παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου,
πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σὸς
τλήμων Ὀρέστης μητρὸς ὅδε φονεὺς ἔχει;
75προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν,
ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν.
καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον,
ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιον
ἔπλευσ᾽ ὅπως ἔπλευσα θεομανεῖ πότμῳ,
80οὐκ εἶδον, ἀπολειφθεῖσα δ᾽ αἰάζω τύχας.
Ἠλέκτρα
Ἑλένη, τί σοι λέγοιμ᾽ ἂν ἅ γε παροῦσ᾽ ὁρᾷς;
ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος δόμον
ἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίῳ νεκρῷ
— νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς —
85θάσσω: τὰ τούτου δ᾽ οὐκ ὀνειδίζω κακά.
σὺ δ᾽ εἶ μακαρία μακάριός θ᾽ ὁ σὸς πόσις.
ἥκετον ἐφ᾽ ἡμᾶς ἀθλίως πεπραγότας
Ἑλένη
πόσον χρόνον δ᾽ ἐν δεμνίοις πέπτωχ᾽ ὅδε;
Ἠλέκτρα
ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.
Ἑλένη
90ὢ μέλεος: ἡ τεκοῦσά θ᾽, ὡς διώλετο.
Ἠλέκτρα
οὕτως ἔχει τάδ᾽, ὥστ᾽ ἀπείρηκεν κακοῖς.
Ἑλένη
πρὸς θεῶν, πίθοι᾽ ἂν δῆτά μοί τι, παρθένε;
Ἠλέκτρα
ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ.
Ἑλένη
βούλῃ τάφον μοι πρὸς κασιγνήτης μολεῖν;
Ἠλέκτρα
95μητρὸς κελεύεις τῆς ἐμῆς; τίνος χάριν;
Ἑλένη
κόμης ἀπαρχὰς καὶ χοὰς φέρουσ᾽ ἐμάς.
Ἠλέκτρα
σοὶ δ᾽ οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον;
Ἑλένη
δεῖξαι γὰρ Ἀργείοισι σῶμ᾽ αἰσχύνομαι.
Ἠλέκτρα
ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσ᾽ αἰσχρῶς δόμους.
Ἑλένη
100ὀρθῶς ἔλεξας, οὐ φίλως δ᾽ ἐμοὶ λέγεις.
Ἠλέκτρα
αἰδὼς δὲ δὴ τίς σ᾽ ἐς Μυκηναίους ἔχει;
Ἑλένη
δέδοικα πατέρας τῶν ὑπ᾽ Ἰλίῳ νεκρῶν.
Ἠλέκτρα
δεινὸν γάρ: Ἄργει τ᾽ ἀναβοᾷ διὰ στόμα.
Ἑλένη
σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός.
Ἠλέκτρα
105οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον.
Ἑλένη
αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε.
Ἠλέκτρα
τί δ᾽ οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας;
Ἑλένη
ἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν.
Ἠλέκτρα
καὶ μὴν τίνοι γ᾽ ἂν τῇ τεθνηκυίᾳ τροφάς.