Χορός
τὸ καλὸν οὐ καλόν, τοκέων
820πυριγενεῖ τεμεῖν παλάμᾳ
χρόα μελάνδετον δὲ φόνῳ
ξίφος ἐς αὐγὰς ἀελίοιο δεῖξαι:
τὸ δ᾽ εὖ κακουργεῖν ἀσέβεια ποικίλα
κακοφρόνων τ᾽ ἀνδρῶν παράνοια.
825θανάτου γὰρ ἀμφὶ φόβῳ
Τυνδαρὶς ἰάχησε τάλαι-
να: Τέκνον, οὐ τολμᾷς ὅσια
κτείνων σὰν ματέρα: μὴ πατρῴ-
αν τιμῶν χάριν ἐξανά-
830ψῃ δύσκλειαν ἐς αἰεί.