Ὀρέστης
ἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν.
Ὀρέστης
ἦ λέγωμεν οὖν ἀδελφῇ ταῦτ᾽ ἐμῇ;
Ὀρέστης
δάκρυα γοῦν γένοιτ᾽ ἄν.
Πυλάδης
οὐκοῦν οὗτος οἰωνὸς μέγας.
Πυλάδης
τῷ χρόνῳ δὲ κερδανεῖς.
Ὀρέστης
790κεῖνό μοι μόνον πρόσαντες.
Πυλάδης
τί τόδε καινὸν αὖ λέγεις;
Ὀρέστης
μὴ θεαί μ᾽ οἴστρῳ κατάσχωσι.
Ὀρέστης
δυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός.
Ὀρέστης
εὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς.
Πυλάδης
ὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα.
Ὀρέστης
795ἕρπε νυν οἴαξ ποδός μοι.
Πυλάδης
φίλα γ᾽ ἔχων κηδεύματα.
Ὀρέστης
καί με πρὸς τύμβον πόρευσον πατρός.
Ὀρέστης
ὥς νιν ἱκετεύσω με σῶσαι.
Πυλάδης
τό γε δίκαιον ὧδ᾽ ἔχει.
Ὀρέστης
μητέρος δὲ μηδ᾽ ἴδοιμι μνῆμα.
Πυλάδης
πολεμία γὰρ ἦν.
ἀλλ᾽ ἔπειγ᾽, ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕλῃ,
800περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσῳ:
ὡς ἐγὼ δι᾽ ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου,
οὐδὲν αἰσχυνθεὶς ὀχήσω. ποῦ γὰρ ὢν δείξω φίλος,
εἴ σε μὴ 'ν δειναῖσιν ὄντα συμφοραῖς ἐπαρκέσω;
Ὀρέστης
τοῦτ᾽ ἐκεῖνο, 20κτᾶσθ᾽ ἑταίρους, μὴ τὸ συγγενὲς μόνον20:
805ὡς ἀνὴρ ὅστις τρόποισι συντακῇ, θυραῖος ὢν
μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος.