Πυλάδης
θᾶσσον ᾗ με χρῆν προβαίνων ἱκόμην δι᾽ ἄστεως,
730σύλλογον πόλεως ἀκούσας, τὸν δ᾽ ἰδὼν αὐτὸς σαφῶς,
ἐπὶ σὲ σύγγονόν τε τὴν σήν, ὡς κτενοῦντας αὐτίκα.
τί τάδε; πῶς ἔχεις; τί πράσσεις, φίλταθ᾽ ἡλίκων ἐμοὶ
καὶ φίλων καὶ συγγενείας; πάντα γὰρ τάδ᾽ εἶ σύ μοι.
Ὀρέστης
οἰχόμεσθ᾽, ὡς ἐν βραχεῖ σοι τἀμὰ δηλώσω κακά.
Πυλάδης
735συγκατασκάπτοις ἂν ἡμᾶς: κοινὰ γὰρ τὰ τῶν φίλων.
Ὀρέστης
Μενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν.
Πυλάδης
εἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν.
Ὀρέστης
ὥσπερ οὐκ ἐλθὼν ἔμοιγε ταὐτὸν ἀπέδωκεν μολών.
Πυλάδης
ἦ γάρ ἐστιν ὡς ἀληθῶς τήνδ᾽ ἀφιγμένος χθόνα;
Ὀρέστης
740χρόνιος: ἀλλ᾽ ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις.
Πυλάδης
καὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν;
Ὀρέστης
οὐκ ἐκεῖνος, ἀλλ᾽ ἐκείνη κεῖνον ἐνθάδ᾽ ἤγαγεν.
Πυλάδης
ποῦ 'στιν ἣ πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία;
Ὀρέστης
ἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδ᾽ ἐμοὺς καλεῖν χρεών.
Πυλάδης
745σὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτῳ πατρός;
Ὀρέστης
μή μ᾽ ἰδεῖν θανόνθ᾽ ὑπ᾽ ἀστῶν καὶ κασιγνήτην ἐμήν.
Πυλάδης
πρὸς θεῶν, τί πρὸς τάδ᾽ εἶπε; τόδε γὰρ εἰδέναι θέλω.
Ὀρέστης
εὐλαβεῖθ᾽, ὃ τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι.
Πυλάδης
σκῆψιν ἐς ποίαν προβαίνων; τοῦτο πάντ᾽ ἔχω μαθών.
Ὀρέστης
750οὗτος ἦλθ᾽, ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ.
Πυλάδης
Τυνδάρεων λέγεις: ἴσως σοι θυγατέρος θυμούμενος;
Ὀρέστης
αἰσθάνῃ. τὸ τοῦδε κῆδος μᾶλλον εἵλετ᾽ ἢ πατρός.
Πυλάδης
κοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών;
Ὀρέστης
οὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δ᾽ ἄλκιμος.
Πυλάδης
755ἐν κακοῖς ἄρ᾽ εἶ μεγίστοις: καί σ᾽ ἀναγκαῖον θανεῖν;
Ὀρέστης
ψῆφον ἀμφ᾽ ἡμῶν πολίτας ἐπὶ φόνῳ θέσθαι χρεών.
Πυλάδης
ἣ κρινεῖ τί χρῆμα; λέξον: διὰ φόβου γὰρ ἔρχομαι.
Ὀρέστης
ἢ θανεῖν ἢ ζῆν: ὁ μῦθος οὐ μακρὸς μακρῶν πέρι.
Πυλάδης
φεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτῃ σέθεν.
Ὀρέστης
760οὐχ ὁρᾷς; φυλασσόμεσθα φρουρίοισι πανταχῇ.
Πυλάδης
εἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφραγμένας.
Ὀρέστης
ὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα.