Μενέλαος
385ὦ θεοί, τί λεύσσω; τίνα δέδορκα νερτέρων;
Ὀρέστης
εὖ γ᾽ εἶπας: οὐ γὰρ ζῶ κακοῖς, φάος δ᾽ ὁρῶ.
Μενέλαος
ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.
Ὀρέστης
οὐχ ἡ πρόσοψίς μ᾽, ἀλλὰ τἄργ᾽ αἰκίζεται.
Μενέλαος
δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.
Ὀρέστης
390τὸ σῶμα φροῦδον: τὸ δ᾽ ὄνομ᾽ οὐ λέλοιπέ μοι.
Μενέλαος
ὦ παρὰ λόγον μοι σὴ φανεῖσ᾽ ἀμορφία.
Ὀρέστης
ὅδ᾽ εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς.
Μενέλαος
ἤκουσα, φείδου δ᾽: ὀλιγάκις λέγειν κακά.
Ὀρέστης
φειδόμεθ᾽: ὁ δαίμων δ᾽ ἐς ἐμὲ πλούσιος κακῶν.
Μενέλαος
395τί χρῆμα πάσχεις; τίς σ᾽ ἀπόλλυσιν νόσος;
Ὀρέστης
ἡ σύνεσις, ὅτι σύνοιδα δείν᾽ εἰργασμένος.
Μενέλαος
πῶς φῄς; σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.
Ὀρέστης
λύπη μάλιστά γ᾽ ἡ διαφθείρουσά με —
Μενέλαος
δεινὴ γὰρ ἡ θεός, ἀλλ᾽ ὅμως ἰάσιμος.
Ὀρέστης
400μανίαι τε, μητρὸς αἵματος τιμωρίαι.
Μενέλαος
ἤρξω δὲ λύσσης πότε; τίς ἡμέρα τότ᾽ ἦν;
Ὀρέστης
ἐν ᾗ τάλαιναν μητέρ᾽ ἐξώγκουν τάφῳ.
Μενέλαος
πότερα κατ᾽ οἴκους ἢ προσεδρεύων πυρᾷ;
Ὀρέστης
νυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν.
Μενέλαος
405παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας;
Ὀρέστης
Πυλάδης, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον.
Μενέλαος
ἐκ φασμάτων δὲ τάδε νοσεῖς: ποίων ὕπο;
Ὀρέστης
ἔδοξ᾽ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.
Μενέλαος
οἶδ᾽ ἃς ἔλεξας, ὀνομάσαι δ᾽ οὐ βούλομαι.
Ὀρέστης
410σεμναὶ γάρ: εὐπαίδευτα δ᾽ ἀπετρέπου λέγειν.
Μενέλαος
αὗταί σε βακχεύουσι συγγενῆ φόνον;
Ὀρέστης
οἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας.
Μενέλαος
οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.
Ὀρέστης
ἀλλ᾽ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς.
Μενέλαος
415μὴ θάνατον εἴπῃς: τοῦτο μὲν γὰρ οὐ σοφόν.
Ὀρέστης
Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.
Μενέλαος
ἀμαθέστερός γ᾽ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.
Ὀρέστης
δουλεύομεν θεοῖς, ὅ τι ποτ᾽ εἰσὶν οἱ θεοί.
Μενέλαος
κᾆτ᾽ οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;
Ὀρέστης
420μέλλει: τὸ θεῖον δ᾽ ἐστὶ τοιοῦτον φύσει.
Μενέλαος
πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;
Ὀρέστης
ἕκτον τόδ᾽ ἦμαρ: ἔτι πυρὰ θερμὴ τάφου.
Μενέλαος
ὡς ταχὺ μετῆλθόν σ᾽ αἷμα μητέρος θεαί.
Ὀρέστης
οὐ σοφός, ἀληθὴς δ᾽ ἐς φίλους ἔφυν φίλος.
Μενέλαος
425πατρὸς δὲ δή τι σ᾽ ὠφελεῖ τιμωρία;
Ὀρέστης
οὔπω: τὸ μέλλον δ᾽ ἴσον ἀπραξίᾳ λέγω.