Ἠλέκτρα
Οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ᾽ εἰπεῖν ἔπος
οὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος,
ἧς οὐκ ἂν ἄραιτ᾽ ἄχθος ἀνθρώπου φύσις.
ὁ γὰρ μακάριος — κοὐκ ὀνειδίζω τύχας —
5Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος
κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον
ἀέρι ποτᾶται: καὶ τίνει ταύτην δίκην,
ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὢν
κοινῆς τραπέζης ἀξίωμ᾽ ἔχων ἴσον,
10ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.
οὗτος φυτεύει Πέλοπα, τοῦ δ᾽ Ἀτρεὺς ἔφυ,
ᾧ στέμματα ξήνασ᾽ ἐπέκλωσεν θεὰ
ἔριν, Θυέστῃ πόλεμον ὄντι συγγόνῳ
θέσθαι. τί τἄρρητ᾽ ἀναμετρήσασθαί με δεῖ;
15ἔδαισε δ᾽ οὖν νιν τέκν᾽ ἀποκτείνας Ἀτρεύς.
Ἀτρέως δέ: τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας:
ὁ κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυ
Μενέλεώς τε Κρήσσης μητρὸς Ἀερόπης ἄπο.
γαμεῖ δ᾽ ὃ μὲν δὴ τὴν θεοῖς στυγουμένην
20Μενέλαος Ἑλένην, ὃ δὲ Κλυταιμήστρας λέχος
ἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ:
ᾧ παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς,
Χρυσόθεμις Ἰφιγένειά τ᾽ Ἠλέκτρα τ᾽ ἐγώ,
ἄρσην δ᾽ Ὀρέστης, μητρὸς ἀνοσιωτάτης,
25ἣ πόσιν ἀπείρῳ περιβαλοῦσ᾽ ὑφάσματι
ἔκτεινεν: ὧν δ᾽ ἕκατι, παρθένῳ λέγειν
οὐ καλόν: ἐῶ τοῦτ᾽ ἀσαφὲς ἐν κοινῷ σκοπεῖν.
Φοίβου δ᾽ ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν;
πείθει δ᾽ Ὀρέστην μητέρ᾽ ἥ σφ᾽ ἐγείνατο
30κτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον.
ὅμως δ᾽ ἀπέκτειν᾽ οὐκ ἀπειθήσας θεῷ:
κἀγὼ μετέσχον, οἷα δὴ γυνή, φόνου.
Πυλάδης θ᾽, ὃς ἡμῖν συγκατείργασται τάδε.