Μενέλαος
ἥκω κλύων τὰ δεινὰ καὶ δραστήρια
1555δισσοῖν λεόντοιν: οὐ γὰρ ἄνδρ᾽ αὐτὼ καλῶ.
ἤκουσα γὰρ δὴ τὴν ἐμὴν ξυνάορον
ὡς οὐ τέθνηκεν, ἀλλ᾽ ἄφαντος οἴχεται —
κενὴν ἀκούσας βάξιν, ἣν φόβῳ σφαλεὶς
ἤγγειλέ μοί τις. ἀλλὰ τοῦ μητροκτόνου
1560τεχνάσματ᾽ ἐστὶ ταῦτα καὶ πολὺς γέλως.
ἀνοιγέτω τις δῶμα: προσπόλοις λέγω
ὠθεῖν πύλας τάσδ᾽, ὡς ἂν ἀλλὰ παῖδ᾽ ἐμὴν
ῥυσώμεθ᾽ ἀνδρῶν ἐκ χερῶν μιαιφόνων,
καὶ τὴν τάλαιναν ἀθλίαν δάμαρτ᾽ ἐμὴν
1565λάβωμεν, ᾗ δεῖ ξυνθανεῖν ἐμῇ χερὶ
τοὺς διολέσαντας τὴν ἐμὴν ξυνάορον.
Ὀρέστης
οὗτος σύ, κλῄθρων τῶνδε μὴ ψαύσῃς χερί:
Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει:
ἢ τῷδε θριγκῷ κρᾶτα συνθραύσω σέθεν,
1570ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον.
μοχλοῖς δ᾽ ἄραρε κλῇθρα, σῆς βοηδρόμου
σπουδῆς ἅ σ᾽ εἴρξει, μὴ δόμων ἔσω περᾶν.
Μενέλαος
ἔα, τί χρῆμα; λαμπάδων ὁρῶ σέλας,
δόμων δ᾽ ἐπ᾽ ἄκρων τούσδε πυργηρουμένους,
1575ξίφος δ᾽ ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρῃ.
Ὀρέστης
πότερον ἐρωτᾶν ἢ κλύειν ἐμοῦ θέλεις;
Μενέλαος
οὐδέτερ᾽: ἀνάγκη δ᾽, ὡς ἔοικε, σου κλύειν.
Ὀρέστης
μέλλω κτενεῖν σου θυγατέρ᾽, εἰ βούλῃ μαθεῖν.
Μενέλαος
Ἑλένην φονεύσας ἐπὶ φόνῳ πράσσεις φόνον;
Ὀρέστης
1580εἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο.
Μενέλαος
ἀρνῇ κατακτὰς κἀφ᾽ ὕβρει λέγεις τάδε;
Ὀρέστης
λυπράν γε τὴν ἄρνησιν: εἰ γὰρ ὤφελον —
Μενέλαος
τί χρῆμα δρᾶσαι; παρακαλεῖς γὰρ ἐς φόβον.
Ὀρέστης
τὴν Ἑλλάδος μιάστορ᾽ εἰς Ἅιδου βαλεῖν.
Μενέλαος
1585ἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφῳ.
Ὀρέστης
θεοὺς ἀπαίτει. παῖδα δὲ κτενῶ σέθεν.
Μενέλαος
ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον;
Ὀρέστης
ὁ πατρὸς ἀμύντωρ, ὃν σὺ προύδωκας θανεῖν.
Μενέλαος
οὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος;
Ὀρέστης
1590οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί.
Μενέλαος
ἦ καὶ σύ, Πυλάδη, τοῦδε κοινωνεῖς φόνου;
Ὀρέστης
φησὶν σιωπῶν: ἀρκέσω δ᾽ ἐγὼ λέγων.
Μενέλαος
ἀλλ᾽ οὔτι χαίρων, ἤν γε μὴ φύγῃς πτεροῖς.
Ὀρέστης
οὐ φευξόμεσθα: πυρὶ δ᾽ ἀνάψομεν δόμους.
Μενέλαος
1595ἦ γὰρ πατρῷον δῶμα πορθήσεις τόδε;
Ὀρέστης
ὡς μή γ᾽ ἔχῃς σύ, τήνδ᾽ ἐπισφάξας πυρί.
Μενέλαος
κτεῖν᾽: ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην.