Χορός
ἀλλὰ κτυπεῖ γὰρ κλῇθρα βασιλείων δόμων,
σιγήσατ᾽: ἔξω γάρ τις ἐκβαίνει Φρυγῶν,
οὗ πευσόμεσθα τἀν δόμοις ὅπως ἔχει.
Φρύξ
Ἀργέϊον ξίφος ἐκ θανάτου πέφευγα
1370βαρβάροις ἐν εὐμάρι-
σιν, κεδρωτὰ παστάδων ὑπὲρ τέραμνα
Δωρικάς τε τριγλύφους,
φροῦδα φροῦδα, γᾶ γᾶ,
βαρβάροισι δρασμοῖς.
1375αἰαῖ:
πᾷ φύγω, ξέναι, πολιὸν αἰθέρ᾽ ἀμ-
πτάμενος ἢ πόντον, Ὠκεανὸς ὃν
ταυρόκρανος ἀγκάλαις
ἑλίσσων κυκλοῖ χθόνα;
Χορός
1380τί δ᾽ ἔστιν, Ἑλένης πρόσπολ᾽. Ἰδαῖον κάρα;
Φρύξ
Ἴλιον Ἴλιον, ὤμοι μοι,
Φρύγιον ἄστυ καὶ καλλίβωλον Ἴ-
δας ὄρος ἱερόν, ὥς σ᾽ ὀλόμενον στένω
ἁρμάτειον ἁρμάτειον μέλος
1385βαρβάρῳ βοᾷ δι᾽ ὀρνιθόγονον
ὄμμα κυκνοπτέρου καλλοσύνας, Λήδας
σκύμνου, δυσελένας
δυσελένας,
ξεστῶν περγάμων Ἀπολλωνίων
ἐρινύν: ὀττοτοῖ:
1390ἰαλέμων ἰαλέμων
Δαρδανία τλᾶμον Γανυμήδεος
ἱπποσύνᾳ, Διὸς εὐνέτα.