previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἑλένη

110ὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη.
καὶ πέμψομέν γε θυγατέρ᾽: εὖ γάρ τοι λέγεις.
τέκνον, ἔξελθ᾽, Ἑρμιόνη, δόμων πάρος
καὶ λαβὲ χοὰς τάσδ᾽ ἐν χεροῖν κόμας τ᾽ ἐμάς:
ἐλθοῦσα δ᾽ ἀμφὶ τὸν Κλυταιμήστρας τάφον
115μελίκρατ᾽ ἄφες γάλακτος οἰνωπόν τ᾽ ἄχνην,
καὶ στᾶσ᾽ ἐπ᾽ ἄκρου χώματος λέξον τάδε:
Ἑλένη σ᾽ ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς,
φόβῳ προσελθεῖν μνῆμα σόν, ταρβοῦσά τε
Ἀργεῖον ὄχλον. πρευμενῆ δ᾽ ἄνωγέ νιν
120ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν
τοῖν τ᾽ ἀθλίοιν τοῖνδ᾽, οὓς ἀπώλεσεν θεός.
δ᾽ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ,
ἅπανθ᾽ ὑπισχνοῦ νερτέρων δωρήματα.
ἴθ᾽, τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳ
125δοῦσ᾽ ὡς τάχιστα τῆς πάλιν μέμνησ᾽ ὁδοῦ.

Ἠλέκτρα

φύσις, ἐν ἀνθρώποισιν ὡς μέγ᾽ εἶ κακόν,
σωτήριόν τε τοῖς καλῶς κεκτημένοις.
εἴδετε παρ᾽ ἄκρας ὡς ἀπέθρισεν τρίχας,
σῴζουσα κάλλος; ἔστι δ᾽ πάλαι γυνή.
130θεοί σε μισήσειαν, ὥς μ᾽ ἀπώλεσας
καὶ τόνδε πᾶσάν θ᾽ Ἑλλάδα. τάλαιν᾽ ἐγώ:
αἵδ᾽ αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασι
φίλαι ξυνῳδοί: τάχα μεταστήσουσ᾽ ὕπνου
τόνδ᾽ ἡσυχάζοντ᾽, ὄμμα δ᾽ ἐκτήξουσ᾽ ἐμὸν
135δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα.

φίλταται γυναῖκες, ἡσύχῳ ποδὶ
χωρεῖτε, μὴ ψοφεῖτε, μηδ᾽ ἔστω κτύπος.
φιλία γὰρ σὴ πρευμενὴς μέν, ἀλλ᾽ ἐμοὶ
τόνδ᾽ ἐξεγεῖραι συμφορὰ γενήσεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: