Χορός
σιγᾶτε σιγᾶτ᾽: ᾐσθόμην κτύπου τινὸς
κέλευθον ἐσπεσόντος ἀμφὶ δώματα.
Ἠλέκτρα
ὦ φίλταται γυναῖκες, ἐς μέσον φόνον
ἥδ᾽ Ἑρμιόνη πάρεστι: παύσωμεν βοήν.
1315στείχει γὰρ ἐσπεσοῦσα δικτύων βρόχους.
καλὸν τὸ θήραμ᾽, ἢν ἁλῷ, γενήσεται.
πάλιν κατάστηθ᾽ ἡσύχῳ μὲν ὄμματι,
χρόᾳ δ᾽ ἀδήλῳ τῶν δεδραμένων πέρι:
κἀγὼ σκυθρωποὺς ὀμμάτων ἕξω κόρας,
1320ὡς δῆθεν οὐκ εἰδυῖα τἀξειργασμένα.
ὦ παρθέν᾽, ἥκεις τὸν Κλυταιμήστρας τάφον
στέψασα καὶ σπείσασα νερτέροις χοάς;
Ερμιόνη
ἥκω, λαβοῦσα πρευμένειαν. ἀλλά μοι
φόβος τις εἰσελήλυθ᾽, ἥντιν᾽ ἐν δόμοις
1325τηλουρὸς οὖσα δωμάτων κλύω βοήν.
Ἠλέκτρα
τί δ᾽; ἄξι᾽ ἡμῖν τυγχάνει στεναγμάτων.
Ερμιόνη
εὔφημος ἴσθι: τί δὲ νεώτερον λέγεις;
Ἠλέκτρα
θανεῖν Ὀρέστην κἄμ᾽ ἔδοξε τῇδε γῇ.
Ερμιόνη
μὴ δῆτ᾽, ἐμοῦ γε συγγενεῖς πεφυκότας.
Ἠλέκτρα
1330ἄραρ᾽: ἀνάγκης δ᾽ ἐς ζυγὸν καθέσταμεν.
Ερμιόνη
ἦ τοῦδ᾽ ἕκατι καὶ βοὴ κατὰ στέγας;
Ἠλέκτρα
ἱκέτης γὰρ Ἑλένης γόνασι προσπεσὼν βοᾷ —
Ερμιόνη
τίς; οὐδὲν οἶδα μᾶλλον, ἢν σὺ μὴ λέγῃς.
Ἠλέκτρα
τλήμων Ὀρέστης: μὴ θανεῖν, ἐμοῦ θ᾽ ὕπερ.
Ερμιόνη
1335ἐπ᾽ ἀξίοισί τἄρ᾽ ἀνευφημεῖ δόμος.
Ἠλέκτρα
περὶ τοῦ γὰρ ἄλλου μᾶλλον ἂν φθέγξαιτό τις;
ἀλλ᾽ ἐλθὲ καὶ μετάσχες ἱκεσίας φίλοις,
σῇ μητρὶ προσπεσοῦσα τῇ μέγ᾽ ὀλβίᾳ,
Μενέλαον ἡμᾶς μὴ θανόντας εἰσιδεῖν.
1340ἀλλ᾽, ὦ τραφεῖσα μητρὸς ἐν χεροῖν ἐμῆς,
οἴκτιρον ἡμᾶς κἀπικούφισον κακῶν.
ἴθ᾽ εἰς ἀγῶνα δεῦρ᾽, ἐγὼ δ᾽ ἡγήσομαι:
σωτηρίας γὰρ τέρμ᾽ ἔχεις ἡμῖν μόνη.
Ερμιόνη
ἰδού, διώκω τὸν ἐμὸν ἐς δόμους πόδα.
1345σώθηθ᾽ ὅσον γε τοὐπ᾽ ἐμέ.
Ἠλέκτρα
ὦ κατὰ στέγας
φίλοι ξιφήρεις, οὐχὶ συλλήψεσθ᾽ ἄγραν;
Ερμιόνη
οἲ ἐγώ: τίνας τούσδ᾽ εἰσορῶ;
Ὀρέστης
σιγᾶν χρεών:
ἡμῖν γὰρ ἥκεις, οὐχὶ σοί, σωτηρία.
Ἠλέκτρα
ἔχεσθ᾽ ἔχεσθε: φάσγανον δὲ πρὸς δέρῃ
1350βάλλοντες ἡσυχάζεθ᾽, ὡς εἰδῇ τόδε
Μενέλαος, οὕνεκ᾽ ἄνδρας, οὐ Φρύγας κακούς,
εὑρὼν ἔπραξεν οἷα χρὴ πράσσειν κακούς.