Ἠλέκτρα
οὐκ εἰσακούουσ᾽: ὦ τάλαιν᾽ ἐγὼ κακῶν.
ἆρ᾽ ἐς τὸ κάλλος ἐκκεκώφηται ξίφη;
τάχα τις Ἀργείων ἔνοπλος ὁρμήσας
1290ποδὶ βοηδρόμῳ μέλαθρα προσμείξει.
σκέψασθέ νυν ἄμεινον: οὐχ ἕδρας ἀγών:
ἀλλ᾽ αἳ μὲν ἐνθάδ᾽, αἳ δ᾽ ἐκεῖσ᾽ ἑλίσσετε.
Χορός
1295ἀμείβω κέλευθον σκοποῦσα πάντῃ.
Ἑλένη
ἰὼ Πελασγὸν Ἄργος, ὄλλυμαι κακῶς.
Χορός
— ἠκούσαθ᾽; ἅνδρες χεῖρ᾽ ἔχουσιν ἐν φόνῳ.
— Ἑλένης τὸ κώκυμ᾽ ἐστίν, ὡς ἀπεικάσαι.
Ἠλέκτρα
ὦ Διός, ὦ Διὸς ἀέναον κράτος,
1300ἔλθ᾽ ἐπίκουρος ἐμοῖς φίλοισι πάντως.
Ἑλένη
Μενέλαε, θνῄσκω: σὺ δὲ παρών μ᾽ οὐκ ὠφελεῖς.