Ὀρέστης
ὦ τὰς φρένας μὲν ἄρσενας κεκτημένη,
1205τὸ σῶμα δ᾽ ἐν γυναιξὶ θηλείαις πρέπον,
ὡς ἀξία ζῆν μᾶλλον ἢ θανεῖν ἔφυς.
Πυλάδη, τοιαύτης ἆρ᾽ ἁμαρτήσῃ τάλας
γυναικὸς ἢ ζῶν μακάριον κτήσῃ λέχος.
Πυλάδης
εἰ γὰρ γένοιτο, Φωκέων δ᾽ ἔλθοι πόλιν
1210καλοῖσιν ὑμεναίοισιν ἀξιουμένη.
Ὀρέστης
ἥξει δ᾽ ἐς οἴκους Ἑρμιόνη τίνος χρόνου;
ὡς τἄλλα γ᾽ εἶπας, εἴπερ εὐτυχήσομεν,
κάλλισθ᾽, ἑλόντες σκύμνον ἀνοσίου πατρός.
Ἠλέκτρα
καὶ δὴ πέλας νιν δωμάτων εἶναι δοκῶ:
1215τοῦ γὰρ χρόνου τὸ μῆκος αὐτὸ συντρέχει.
Ὀρέστης
καλῶς: σὺ μέν νυν, σύγγον᾽ Ἠλέκτρα, δόμων
πάρος μένουσα παρθένου δέχου πόδα,
φύλασσε δ᾽ ἤν τις, πρὶν τελευτηθῇ φόνος,
ἢ ξύμμαχός τις ἢ κασίγνητος πατρός,
1220ἐλθὼν ἐς οἴκους φθῇ, γέγωνέ τ᾽ ἐς δόμους,
ἢ σανίδα παίσασ᾽ ἢ λόγους πέμψασ᾽ ἔσω:
ἡμεῖς δ᾽ ἔσω στείχοντες ἐπὶ τὸν ἔσχατον
ἀγῶν᾽ ὁπλιζώμεσθα φασγάνῳ χέρας,
Πυλάδη: σὺ γὰρ δὴ συμπονεῖς ἐμοὶ πόνους.
1225
ὦ δῶμα ναίων νυκτὸς ὀρφναίας πάτερ,
καλεῖ σ᾽ Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖν
τοῖς δεομένοισι. διὰ σὲ γὰρ πάσχω τάλας
ἀδίκως: προδέδομαι δ᾽ ὑπὸ κασιγνήτου σέθεν,
δίκαια πράξας: οὗ θέλω δάμαρθ᾽ ἑλὼν
1230κτεῖναι: σὺ δ᾽ ἡμῖν τοῦδε συλλήπτωρ γενοῦ.
Ἠλέκτρα
ὦ πάτερ, ἱκοῦ δῆτ᾽, εἰ κλύεις ἔσω χθονὸς
τέκνων καλούντων, οἳ σέθεν θνῄσκουσ᾽ ὕπερ.
Πυλάδης
ὦ συγγένεια πατρὸς ἐμοῦ, κἀμὰς λιτάς,
Ἀγάμεμνον, εἰσάκουσον: ἔκσῳσον τέκνα.
Ἠλέκτρα
ἡψάμην δ᾽ ἐγὼ ξίφους —
Πυλάδης
ἐγὼ δ᾽ † ἐπεβούλευσα † κἀπέλυσ᾽ ὄκνου —
Πυλάδης
οὔκουν ὀνείδη τάδε κλύων ῥύσῃ τέκνα;
Ὀρέστης
δακρύοις κατασπένδω σε.
Πυλάδης
1240παύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα.
εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζουσ᾽ ἀραί,
κλύει. σὺ δ᾽, ὦ Ζεῦ πρόγονε καὶ Δίκης σέβας,
δότ᾽ εὐτυχῆσαι τῷδ᾽ ἐμοί τε τῇδέ τε:
τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία,
1245ἢ ζῆν ἅπασιν ἢ — θανεῖν ὀφείλεται.