Ἠλέκτρα
οἲ ἐγώ: πρὸ τύμβου γάρ σ᾽ ὁρῶσ᾽ ἀναστένω,
ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς.
1020οἲ ἐγὼ μάλ᾽ αὖθις: ὥς σ᾽ ἰδοῦσ᾽ ἐν ὄμμασιν
πανυστάτην πρόσοψιν ἐξέστην φρενῶν.
Ὀρέστης
οὐ σῖγ᾽ ἀφεῖσα τοὺς γυναικείους γόους
στέρξεις τὰ κρανθέντ᾽; οἰκτρὰ μὲν τάδ᾽, ἀλλ᾽ ὅμως
φέρειν σ᾽ ἀνάγκη τὰς παρεστώσας τύχας.
Ἠλέκτρα
1025καὶ πῶς σιωπῶ; φέγγος εἰσορᾶν θεοῦ
τόδ᾽ οὐκέθ᾽ ἡμῖν τοῖς ταλαιπώροις μέτα.
Ὀρέστης
σὺ μή μ᾽ ἀπόκτειν᾽: ἅλις ὑπ᾽ Ἀργείας χερὸς
τέθνηχ᾽ ὁ τλήμων: τὰ δὲ παρόντ᾽ ἔα κακά.
Ἠλέκτρα
ὦ μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμου
1030θανάτου τ᾽ ἀώρου. ζῆν ἐχρῆν σ᾽, ὅτ᾽ οὐκέτ᾽ εἶ.
Ὀρέστης
μὴ πρὸς θεῶν μοι περιβάλῃς ἀνανδρίαν,
ἐς δάκρυα πορθμεύουσ᾽ ὑπομνήσει κακῶν.
Ἠλέκτρα
θανούμεθ᾽: οὐχ οἷόν τε μὴ στένειν κακά.
πᾶσιν γὰρ οἰκτρὸν ἡ φίλη ψυχὴ βροτοῖς.
Ὀρέστης
1035τόδ᾽ ἦμαρ ἡμῖν κύριον: δεῖ δ᾽ ἢ βρόχους
ἅπτειν κρεμαστοὺς ἢ ξίφος θήγειν χερί.
Ἠλέκτρα
σύ νύν μ᾽, ἀδελφέ, μή τις Ἀργείων κτάνῃ
ὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος γόνον.
Ὀρέστης
ἅλις τὸ μητρὸς αἷμ᾽ ἔχω: σὲ δ᾽ οὐ κτενῶ,
1040ἀλλ᾽ αὐτόχειρι θνῇσχ᾽ ὅτῳ βούλῃ τρόπῳ.
Ἠλέκτρα
ἔσται τάδ᾽: οὐδὲν σοῦ ξίφους λελείψομαι.
ἀλλ᾽ ἀμφιθεῖναι σῇ δέρῃ θέλω χέρας.
Ὀρέστης
τέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδε
θανάτου πέλας βεβῶσι, περιβαλεῖν χέρας.
Ἠλέκτρα
1045ὦ φίλτατ᾽, ὦ ποθεινὸν ἥδιστόν τ᾽ ἔχων
τῆς σῆς ἀδελφῆς ὄνομα καὶ ψυχὴν μίαν.
Ὀρέστης
ἔκ τοί με τήξεις: καί σ᾽ ἀμείψασθαι θέλω
φιλότητι χειρῶν. τί γὰρ ἔτ᾽ αἰδοῦμαι τάλας;
ὦ στέρν᾽ ἀδελφῆς, ὦ φίλον πρόσπτυγμ᾽ ἐμόν,
1050τάδ᾽ ἀντὶ παίδων καὶ γαμηλίου λέχους —
προσφθέγματ᾽ ἀμφοῖν τοῖς ταλαιπώροις πάρα.
Ἠλέκτρα
φεῦ:
πῶς ἂν ξίφος νὼ ταὐτόν, εἰ θέμις, κτάνοι
καὶ μνῆμα δέξαιθ᾽ ἕν, κέδρου τεχνάσματα;
Ὀρέστης
ἥδιστ᾽ ἂν εἴη ταῦθ᾽: ὁρᾷς δὲ δὴ φίλων
1055ὡς ἐσπανίσμεθ᾽, ὥστε κοινωνεῖν τάφου.
Ἠλέκτρα
οὐδ᾽ εἶφ᾽ ὑπὲρ σοῦ, μὴ θανεῖν σπουδὴν ἔχων,
Μενέλαος ὁ κακός, ὁ προδότης τοὐμοῦ πατρός;
Ὀρέστης
οὐδ᾽ ὄμμ᾽ ἔδειξεν, ἀλλ᾽ ἐπὶ σκήπτροις ἔχων
τὴν ἐλπίδ᾽, εὐλαβεῖτο μὴ σῴζειν φίλους.
1060ἀλλ᾽ εἶ᾽ ὅπως γενναῖα καὶ Ἀγαμέμνονος
δράσαντε κατθανούμεθ᾽ ἀξιώτατα.
κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει,
παίσας πρὸς ἧπαρ φασγάνῳ: σὲ δ᾽ αὖ χρεὼν
ὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν.
1065
Πυλάδη, σὺ δ᾽ ἡμῖν τοῦ φόνου γενοῦ βραβεύς,
καὶ κατθανόντοιν εὖ περίστειλον δέμας
θάψον τε κοινῇ πρὸς πατρὸς τύμβον φέρων.
καὶ χαῖρ᾽: ἐπ᾽ ἔργον δ᾽, ὡς ὁρᾷς, πορεύομαι.