Ὀρέστης
Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ
πιστὸν νομίζω καὶ φίλον ξένον τ᾽ ἐμοί:
μόνος δ᾽ Ὀρέστην τόνδ᾽ ἐθαύμαζες φίλων,
85πράσσονθ᾽ ἃ πράσσω δείν᾽ ὑπ᾽ Αἰγίσθου παθών,
ὅς μου κατέκτα πατέρα — χἡ πανώλεθρος
μήτηρ. ἀφῖγμαι δ᾽ ἐκ θεοῦ μυστηρίων
Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος,
φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ.
90νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς
δάκρυά τ᾽ ἔδωκα καὶ κόμης ἀπηρξάμην
πυρᾷ τ᾽ ἐπέσφαξ᾽ αἷμα μηλείου φόνου,
λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς.
καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα,
95δυοῖν δ᾽ ἅμιλλαν ξυντιθεὶς ἀφικόμην
πρὸς τέρμονας γῆς τῆσδ᾽, ἵν᾽ ἐκβάλω ποδὶ
ἄλλην ἐπ᾽ αἶαν, εἴ μέ τις γνοίη σκοπῶν,
ζητῶν τ᾽ ἀδελφήν: φασὶ γάρ νιν ἐν γάμοις
ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν:
100ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτιν
λαβὼν τά γ᾽ εἴσω τειχέων σαφῶς μάθω.
νῦν οὖν — ἕως γὰρ λευκὸν ὄμμ᾽ ἀναίρεται —
ἔξω τρίβου τοῦδ᾽ ἴχνος ἀλλαξώμεθα.
ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ
105φανήσεται νῷν, ἥντιν᾽ ἱστορήσομεν
εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή.
ἀλλ᾽ — εἰσορῶ γὰρ τήνδε προσπόλον τινά,
πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳ
φέρουσαν — ἑζώμεσθα κἀκπυθώμεθα
110δούλης γυναικός, ἤν τι δεξώμεσθ᾽ ἔπος
ἐφ᾽ οἷσι, Πυλάδη, τήνδ᾽ ἀφίγμεθα χθόνα.