Ἄγγελος
ἐπεὶ μελάθρων τῶνδ᾽ ἀπήραμεν πόδα,
775ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν
ἔνθ᾽ ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ.
κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς,
δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους:
ἰδών τ᾽ ἀυτεῖ: Χαίρετ᾽, ὦ ξένοι: τίνες
780πόθεν πορεύεσθ᾽; ἔστε τ᾽ ἐκ ποίας χθονός;
ὁ δ᾽ εἶπ᾽ Ὀρέστης: Θεσσαλοί: πρὸς δ᾽ Ἀλφεὸν
θύσοντες ἐρχόμεσθ᾽ Ὀλυμπίῳ Διί.
κλύων δὲ ταῦτ᾽ Αἴγισθος ἐννέπει τάδε:
νῦν μὲν παρ᾽ ἡμῖν χρὴ συνεστίους ἐμοὶ
785θοίνης γενέσθαι: τυγχάνω δὲ βουθυτῶν
νύμφαις: ἑῷοι δ᾽ ἐξαναστάντες λέχους
ἐς ταὐτὸν ἥξετ᾽. ἀλλ᾽ ἴωμεν ἐς δόμους —
καὶ ταῦθ᾽ ἅμ᾽ ἠγόρευε καὶ χερὸς λαβὼν
παρῆγεν ἡμᾶς — οὐδ᾽ ἀπαρνεῖσθαι χρεών:
790ἐπεὶ δ᾽ ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε:
λούτρ᾽ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω,
ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.
ἀλλ᾽ εἶπ᾽ Ὀρέστης: Ἀρτίως ἡγνίσμεθα
λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.
795εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών,
Αἴγισθ᾽, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθ᾽, ἄναξ.
τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον:
λόγχας δὲ θέντες δεσπότου φρουρήματα
δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας:
800οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δ᾽ ᾖρον κανᾶ,
ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τ᾽ ἐσχάρας
λέβητας ὤρθουν: πᾶσα δ᾽ ἐκτύπει στέγη.
λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν
ἔβαλλε βωμούς, τοιάδ᾽ ἐννέπων ἔπη:
805νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν
καὶ τὴν κατ᾽ οἴκους Τυνδαρίδα δάμαρτ᾽ ἐμὴν
πράσσοντας ὡς νῦν, τοὺς δ᾽ ἐμοὺς ἐχθροὺς κακῶς
— λέγων Ὀρέστην καὶ σέ. δεσπότης δ᾽ ἐμὸς
τἀναντί᾽ ηὔχετ᾽, οὐ γεγωνίσκων λόγους,
810λαβεῖν πατρῷα δώματ᾽. ἐκ κανοῦ δ᾽ ἑλὼν
Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα
τεμὼν ἐφ᾽ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ,
κἄσφαξ᾽ ἐπ᾽ ὤμων μόσχον ὡς ἦραν χεροῖν
δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε:
815Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς
εἶναι τόδ᾽, ὅστις ταῦρον ἀρταμεῖ καλῶς
ἵππους τ᾽ ὀχμάζει: λαβὲ σίδηρον, ὦ ξένε,
δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.