Ὀρέστης
εἶἑν: φίλας μὲν ἡδονὰς ἀσπασμάτων
ἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν.
σὺ δ᾽, ὦ γεραιέ — καίριος γὰρ ἤλυθες —
λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός;
600μητέρα τε κοινωνὸν ἀνοσίων γάμων;
ἔστιν τί μοι κατ᾽ Ἄργος εὐμενὲς φίλων;
ἢ πάντ᾽ ἀνεσκευάσμεθ᾽, ὥσπερ αἱ τύχαι;
τῷ ξυγγένωμαι; νύχιος ἢ καθ᾽ ἡμέραν;
ποίαν ὁδὸν τραπώμεθ᾽ εἰς ἐχθροὺς ἐμούς;
Πρέσβυς
605ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος.
εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε,
κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.
σὺ δ᾽ — ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις
οὐδ᾽ ἐλλέλοιπας ἐλπίδ᾽ — ἴσθι μου κλύων,
610ἐν χειρὶ τῇ σῇ πάντ᾽ ἔχεις καὶ τῇ τύχῃ,
πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.
Ὀρέστης
τί δῆτα δρῶντες τοῦδ᾽ ἂν ἐξικοίμεθα;
Πρέσβυς
κτανὼν Θυέστου παῖδα σήν τε μητέρα.
Ὀρέστης
ἥκω 'πὶ τόνδε στέφανον: ἀλλὰ πῶς λάβω;
Πρέσβυς
615τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδ᾽ ἂν εἰ θέλοις.
Ὀρέστης
φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;
Πρέσβυς
ἔγνως: φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.
Ὀρέστης
εἶἑν: σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.
Πρέσβυς
κἀμοῦ γ᾽ ἄκουσον: ἄρτι γάρ μ᾽ ἐσῆλθέ τι.
Ὀρέστης
620ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δ᾽ ἐγώ.
Πρέσβυς
Αἴγισθον εἶδον, ἡνίχ᾽ εἷρπον ἐνθάδε.
Ὀρέστης
προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;
Πρέσβυς
ἀγρῶν πέλας τῶνδ᾽ ἱπποφορβίων ἔπι.
Ὀρέστης
τί δρῶνθ᾽; ὁρῶ γὰρ ἐλπίδ᾽ ἐξ ἀμηχάνων.
Πρέσβυς
625Νύμφαις ἐπόρσυν᾽ ἔροτιν, ὡς ἔδοξέ μοι.
Ὀρέστης
τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου;
Πρέσβυς
οὐκ οἶδα πλὴν ἕν: βουσφαγεῖν ὡπλίζετο.
Ὀρέστης
πόσων μετ᾽ ἀνδρῶν; ἢ μόνος δμώων μέτα;
Πρέσβυς
οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.
Ὀρέστης
630οὔ πού τις ὅστις γνωριεῖ μ᾽ ἰδών, γέρον;
Πρέσβυς
δμῶες μέν εἰσιν, οἳ σέ γ᾽ οὐκ εἶδόν ποτε.
Ὀρέστης
ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;
Πρέσβυς
δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.
Ὀρέστης
πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ;
Πρέσβυς
635στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.
Ὀρέστης
ὁδὸν παρ᾽ αὐτήν, ὡς ἔοικ᾽, ἀγροὺς ἔχει;
Πρέσβυς
ὅθεν γ᾽ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.
Ὀρέστης
πικρόν γε συνθοινάτορ᾽, ἢν θεὸς θέλῃ.
Πρέσβυς
τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.
Ὀρέστης
640καλῶς ἔλεξας. — ἡ τεκοῦσα δ᾽ ἐστὶ ποῦ;
Πρέσβυς
Ἄργει: παρέσται δ᾽ οὖν πόσει θοίνην ἔπι.
Ὀρέστης
τί δ᾽ οὐχ ἅμ᾽ ἐξωρμᾶτ᾽ ἐμὴ μήτηρ πόσει;
Πρέσβυς
ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.
Ὀρέστης
ξυνῆχ᾽: ὕποπτος οὖσα γιγνώσκει πόλει.
Πρέσβυς
645τοιαῦτα: μισεῖται γὰρ ἀνόσιος γυνή.