Πρέσβυς
οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν
αὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι.
Ἠλέκτρα
οἵδ᾽ ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί.
Πρέσβυς
550ἀλλ᾽ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε:
πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.
ὅμως δέ. — χαίρειν τοὺς ξένους προσεννέπω.
Ὀρέστης
χαῖρ᾽, ὦ γεραιέ. — τοῦ ποτ᾽, Ἠλέκτρα, τόδε
παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ;
Ἠλέκτρα
555οὗτος τὸν ἁμὸν πατέρ᾽ ἔθρεψεν, ὦ ξένε.
Ὀρέστης
τί φῄς; ὅδ᾽ ὃς σὸν ἐξέκλεψε σύγγονον;
Ἠλέκτρα
ὅδ᾽ ἔσθ᾽ ὁ σώσας κεῖνον, εἴπερ ἔστ᾽ ἔτι.
Ὀρέστης
ἔα:
τί μ᾽ ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν
λαμπρὸν χαρακτῆρ᾽; ἢ προσεικάζει μέ τῳ;
Ἠλέκτρα
560ἴσως Ὀρέστου σ᾽ ἥλιχ᾽ ἥδεται βλέπων.
Ὀρέστης
φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα;
Ἠλέκτρα
καὐτὴ τόδ᾽ εἰσορῶσα θαυμάζω, ξένε.
Πρέσβυς
ὦ πότνι᾽, εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς.
Ἠλέκτρα
τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι;
Πρέσβυς
565λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός.
Ἠλέκτρα
ἰδού: καλῶ θεούς. ἢ τί δὴ λέγεις, γέρον;
Πρέσβυς
βλέψον νυν ἐς τόνδ᾽, ὦ τέκνον, τὸν φίλτατον.
Ἠλέκτρα
πάλαι δέδορκα, μὴ σύ γ᾽ οὐκέτ᾽ εὖ φρονῇς.
Πρέσβυς
οὐκ εὖ φρονῶ 'γὼ σὸν κασίγνητον βλέπων;
Ἠλέκτρα
570πῶς εἶπας, ὦ γεραί᾽, ἀνέλπιστον λόγον;
Πρέσβυς
ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος.
Ἠλέκτρα
ποῖον χαρακτῆρ᾽ εἰσιδών, ᾧ πείσομαι;
Πρέσβυς
οὐλὴν παρ᾽ ὀφρύν, ἥν ποτ᾽ ἐν πατρὸς δόμοις
νεβρὸν διώκων σοῦ μέθ᾽ ᾑμάχθη πεσών.
Ἠλέκτρα
575πῶς φῄς; ὁρῶ μὲν πτώματος τεκμήριον.
Πρέσβυς
ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις;
Ἠλέκτρα
ἀλλ᾽ οὐκέτ᾽, ὦ γεραιέ: συμβόλοισι γὰρ
τοῖς σοῖς πέπεισμαι θυμόν. — ὦ χρόνῳ φανείς,
ἔχω σ᾽ ἀέλπτως —
Ὀρέστης
κἀξ ἐμοῦ γ᾽ ἔχῃ χρόνῳ.
Ὀρέστης
σύμμαχός γέ σοι μόνος.
ἢν δ᾽ ἀνσπάσωμαί γ᾽ ὃν μετέρχομαι βόλον —
πέποιθα δ᾽: ἢ χρὴ μηκέθ᾽ ἡγεῖσθαι θεούς,
εἰ τἄδικ᾽ ἔσται τῆς δίκης ὑπέρτερα.