Χορός
πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει
σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς.
Ἠλέκτρα
215οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων.
ξένοι τινὲς παρ᾽ οἶκον οἵδ᾽ ἐφεστίους
εὐνὰς ἔχοντες ἐξανίστανται λόχου:
φυγῇ σὺ μὲν κατ᾽ οἶμον, ἐς δόμους δ᾽ ἐγὼ
φῶτας κακούργους ἐξαλύξωμεν ποδί.
Ὀρέστης
220μέν᾽, ὦ τάλαινα: μὴ τρέσῃς ἐμὴν χέρα.
Ἠλέκτρα
ὦ Φοῖβ᾽ Ἄπολλον: προσπίτνω σε μὴ θανεῖν.
Ὀρέστης
ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.
Ἠλέκτρα
ἄπελθε, μὴ ψαῦ᾽ ὧν σε μὴ ψαύειν χρεών.
Ὀρέστης
οὐκ ἔσθ᾽ ὅτου θίγοιμ᾽ ἂν ἐνδικώτερον.
Ἠλέκτρα
225καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς;
Ὀρέστης
μείνασ᾽ ἄκουσον, καὶ τάχ᾽ οὐκ ἄλλως ἐρεῖς.
Ἠλέκτρα
ἕστηκα: πάντως δ᾽ εἰμὶ σή: κρείσσων γὰρ εἶ.
Ὀρέστης
ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.
Ἠλέκτρα
ὦ φίλτατ᾽, ἆρα ζῶντος ἢ τεθνηκότος;
Ὀρέστης
230ζῇ: πρῶτα γάρ σοι τἀγάθ᾽ ἀγγέλλειν θέλω.
Ἠλέκτρα
εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων.
Ὀρέστης
κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν.
Ἠλέκτρα
ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων;
Ὀρέστης
οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.
Ἠλέκτρα
235οὔ που σπανίζων τοῦ καθ᾽ ἡμέραν βίου;
Ὀρέστης
ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ.
Ἠλέκτρα
λόγον δὲ δὴ τίν᾽ ἦλθες ἐκ κείνου φέρων;
Ὀρέστης
εἰ ζῇς, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις.
Ἠλέκτρα
οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας.
Ὀρέστης
240λύπαις γε συντετηκός, ὥστε με στένειν.
Ἠλέκτρα
καὶ κρᾶτα πλόκαμόν τ᾽ ἐσκυθισμένον ξυρῷ.
Ὀρέστης
δάκνει σ᾽ ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ.
Ἠλέκτρα
οἴμοι, τί γάρ μοι τῶνδέ γ᾽ ἐστὶ φίλτερον;
Ὀρέστης
φεῦ φεῦ: τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς;
Ἠλέκτρα
245ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος.
Ὀρέστης
ἐκ τοῦ δὲ ναίεις ἐνθάδ᾽ ἄστεως ἑκάς;
Ἠλέκτρα
ἐγημάμεσθ᾽, ὦ ξεῖνε, θανάσιμον γάμον.
Ὀρέστης
ᾤμωξ᾽ ἀδελφὸν σόν. Μυκηναίων τίνι;
Ἠλέκτρα
οὐχ ᾧ πατήρ μ᾽ ἤλπιζεν ἐκδώσειν ποτέ.
Ὀρέστης
250εἴφ᾽, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω.
Ἠλέκτρα
ἐν τοῖσδ᾽ ἐκείνου τηλορὸς ναίω δόμοις.
Ὀρέστης
σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων.
Ἠλέκτρα
πένης ἀνὴρ γενναῖος ἔς τ᾽ ἔμ᾽ εὐσεβής.
Ὀρέστης
ἡ δ᾽ εὐσέβεια τίς πρόσεστι σῷ πόσει;
Ἠλέκτρα
255οὐπώποτ᾽ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν.
Ὀρέστης
ἅγνευμ᾽ ἔχων τι θεῖον ἤ σ᾽ ἀπαξιῶν;
Ἠλέκτρα
γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.
Ὀρέστης
καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;
Ἠλέκτρα
οὐ κύριον τὸν δόντα μ᾽ ἡγεῖται, ξένε.
Ὀρέστης
260ξυνῆκ᾽: Ὀρέστῃ μή ποτ᾽ ἐκτείσῃ δίκην.
Ἠλέκτρα
τοῦτ᾽ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ.