Ἠλέκτρα
περί μοι στέρνοις στέρνα πρόσαψον,
σύγγονε φίλτατε:
διὰ γὰρ ζευγνῦσ᾽ ἡμᾶς πατρίων
μελάθρων μητρὸς φόνιοι κατάραι.
Ὀρέστης
1325βάλε, πρόσπτυξον σῶμα: θανόντος δ᾽
ὡς ἐπὶ τύμβῳ καταθρήνησον.
Διόσκουροι
φεῦ φεῦ: δεινὸν τόδ᾽ ἐγηρύσω
καὶ θεοῖσι κλύειν.
ἔνι γὰρ κἀμοὶ τοῖς τ᾽ οὐρανίδαις
1330οἶκτοι θνητῶν πολυμόχθων.
Ἠλέκτρα
οὐδ᾽ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω.
Ὀρέστης
τάδε λοίσθιά μοι προσφθέγματά σου.
Ἠλέκτρα
ὦ χαῖρε, πόλις:
1335χαίρετε δ᾽ ὑμεῖς πολλά, πολίτιδες.
Ὀρέστης
ὦ πιστοτάτη, στείχεις ἤδη;
Ἠλέκτρα
στείχω βλέφαρον τέγγουσ᾽ ἁπαλόν.
Ὀρέστης
1340Πυλάδη, χαίρων ἴθι, νυμφεύου
δέμας Ἠλέκτρας.
Διόσκουροι
τοῖσδε μελήσει γάμος: ἀλλὰ κύνας
τάσδ᾽ ὑποφεύγων στεῖχ᾽ ἐπ᾽ Ἀθηνῶν:
δεινὸν γὰρ ἴχνος βάλλουσ᾽ ἐπὶ σοὶ
1345χειροδράκοντες χρῶτα κελαιναί,
δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι:
νὼ δ᾽ ἐπὶ πόντον Σικελὸν σπουδῇ
σῴσοντε νεῶν πρῴρας ἐνάλους.
διὰ δ᾽ αἰθερίας στείχοντε πλακὸς
1350τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν,
οἷσιν δ᾽ ὅσιον καὶ τὸ δίκαιον
φίλον ἐν βιότῳ, τούτους χαλεπῶν
ἐκλύοντες μόχθων σῴζομεν.
οὕτως ἀδικεῖν μηδεὶς θελέτω
1355μηδ᾽ ἐπιόρκων μέτα συμπλείτω:
θεὸς ὢν θνητοῖς ἀγορεύω.
Χορός
χαίρετε: χαίρειν δ᾽ ὅστις δύναται
καὶ ξυντυχίᾳ μή τινι κάμνει
θνητῶν, εὐδαίμονα πράσσει.