Κασάνδρα
ἦ δεινὸς ὁ λάτρις. τί ποτ᾽ ἔχουσι τοὔνομα
425κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς,
οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται;
σὺ τὴν ἐμὴν φῂς μητέρ᾽ εἰς Ὀδυσσέως
ἥξειν μέλαθρα; ποῦ δ᾽ Ἀπόλλωνος λόγοι,
οἵ φασιν αὐτὴν εἰς ἔμ᾽ ἡρμηνευμένοι
430αὐτοῦ θανεῖσθαι; ... τἄλλα δ᾽ οὐκ ὀνειδιῶ.
δύστηνος, οὐκ οἶδ᾽ οἷά νιν μένει παθεῖν:
ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰ
δόξει ποτ᾽ εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτη
πρὸς τοῖσιν ἐνθάδ᾽, ἵξεται μόνος πάτραν
...
435οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτρας
δεινὴ Χάρυβδις, ὠμοβρώς τ᾽ ὀρειβάτης
Κύκλωψ, Λιγυστίς θ᾽ ἡ συῶν μορφώτρια
Κίρκη, θαλάσσης θ᾽ ἁλμυρᾶς ναυάγια,
λωτοῦ τ᾽ ἔρωτες, Ἡλίου θ᾽ ἁγναὶ βόες,
440αἳ σάρκα φωνήεσσαν ἥσουσίν ποτε,
πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντέμω,
ζῶν εἶσ᾽ ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρ
κάκ᾽ ἐν δόμοισι μυρί᾽ εὑρήσει μολών.