Ἶρις
θαρσεῖτε Νυκτὸς τήνδ᾽ ὁρῶντες ἔκγονον
Λύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτριν
Ἶριν: πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος,
825ἑνὸς δ᾽ ἐπ᾽ ἀνδρὸς σῶμα συστρατεύομεν,
ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνης τ᾽ ἄπο.
πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς,
τὸ χρή νιν ἐξέσῳζεν, οὐδ᾽ εἴα πατὴρ
Ζεύς νιν κακῶς δρᾶν οὔτ᾽ ἔμ᾽ οὔθ᾽ Ἥραν ποτέ:
830ἐπεὶ δὲ μόχθους διεπέρασ᾽ Εὐρυσθέως,
Ἥρα προσάψαι καινὸν αἷμ᾽ αὐτῷ θέλει
παῖδας κατακτείναντι, συνθέλω δ᾽ ἐγώ.
ἀλλ᾽ εἶ᾽, ἄτεγκτον συλλαβοῦσα καρδίαν,
Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε,
835μανίας τ᾽ ἐπ᾽ ἀνδρὶ τῷδε καὶ παιδοκτόνους
φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα
ἔλαυνε, κίνει, φόνιον ἐξίει κάλων,
ὡς ἂν πορεύσας δι᾽ Ἀχερούσιον πόρον
τὸν καλλίπαιδα στέφανον αὐθέντῃ φόνῳ
840γνῷ μὲν τὸν Ἥρας οἷός ἐστ᾽ αὐτῷ χόλος,
μάθῃ δὲ τὸν ἐμόν: ἢ θεοὶ μὲν οὐδαμοῦ,
τὰ θνητὰ δ᾽ ἔσται μεγάλα, μὴ δόντος δίκην.
Λύσσα
ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέρος
πέφυκα, Νυκτὸς Οὐρανοῦ τ᾽ ἀφ᾽ αἵματος:
845† τιμάς τ᾽ ἔχω τάσδ᾽ οὐκ ἀγασθῆναι φίλοις †
οὐδ᾽ ἥδομαι φοιτῶσ᾽ ἐπ᾽ ἀνθρώπων φίλους,
παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν,
Ἥρᾳ θέλω σοί τ᾽, ἢν πίθησθ᾽ ἐμοῖς λόγοις.
ἀνὴρ ὅδ᾽ οὐκ ἄσημος οὔτ᾽ ἐπὶ χθονὶ
850οὔτ᾽ ἐν θεοῖσιν, οὗ σύ μ᾽ ἐσπέμπεις δόμους:
ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν
ἐξημερώσας, θεῶν ἀνέστησεν μόνος
τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο:
*
σοί τ᾽ οὐ παραινῶ μεγάλα βούλεσθαι κακά.