Ἀμφιτρύων
καλῶς: παρελθὼν νῦν πρόσειπέ θ᾽ ἑστίαν
600καὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμ᾽ ἰδεῖν.
ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα
ἕλξων φονεύσων κἄμ᾽ ἐπισφάξων ἄναξ:
μένοντι δ᾽ αὐτοῦ πάντα σοι γενήσεται
τῇ τ᾽ ἀσφαλείᾳ κερδανεῖς: πόλιν δὲ σὴν
605μὴ πρὶν ταράξῃς πρὶν τόδ᾽ εὖ θέσθαι, τέκνον.
Ἡρακλῆς
δράσω τάδ᾽: εὖ γὰρ εἶπας: εἶμ᾽ ἔσω δόμων.
χρόνῳ δ᾽ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν
Ἅιδου Κόρης τ᾽ ἔνερθεν, οὐκ ἀτιμάσω
θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας.
Ἀμφιτρύων
610ἦλθες γὰρ ὄντως δώματ᾽ εἰς Ἅιδου, τέκνον;
Ἡρακλῆς
καὶ θῆρά γ᾽ ἐς φῶς τὸν τρίκρανον ἤγαγον.
Ἀμφιτρύων
μάχῃ κρατήσας ἢ θεᾶς δωρήμασιν;
Ἡρακλῆς
μάχῃ: τὰ μυστῶν δ᾽ ὄργι᾽ εὐτύχησ᾽ ἰδών.
Ἀμφιτρύων
ἦ καὶ κατ᾽ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ;
Ἡρακλῆς
615Χθονίας νιν ἄλσος Ἑρμιών τ᾽ ἔχει πόλις.
Ἀμφιτρύων
οὐδ᾽ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντ᾽ ἄνω;
Ἡρακλῆς
οὐκ οἶδ᾽: ἵν᾽ ἐλθὼν τἀνθάδ᾽ εἰδείην πάρος.
Ἀμφιτρύων
χρόνον δὲ πῶς τοσοῦτον ἦσθ᾽ ὑπὸ χθονί;
Ἡρακλῆς
Θησέα κομίζων ἐχρόνισ᾽ ἐξ Ἅιδου, πάτερ.
Ἀμφιτρύων
620καὶ ποῦ 'στιν; ἢ γῆς πατρίδος οἴχεται πέδον;
Ἡρακλῆς
βέβηκ᾽ Ἀθήνας νέρθεν ἄσμενος φυγών.
ἀλλ᾽ εἶ᾽, ὁμαρτεῖτ᾽, ὦ τέκν᾽, ἐς δόμους πατρί:
καλλίονές τἄρ᾽ εἴσοδοι τῶν ἐξόδων
πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε
625καὶ νάματ᾽ ὄσσων μηκέτ᾽ ἐξανίετε:
σύ τ᾽, ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲ
τρόμου τε παῦσαι, καὶ μέθεσθ᾽ ἐμῶν πέπλων:
οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους.
ἆ,
οἵδ᾽ οὐκ ἀφιᾶσ᾽, ἀλλ᾽ ἀνάπτονται πέπλων
630τοσῷδε μᾶλλον: ὧδ᾽ ἔβητ᾽ ἐπὶ ξυροῦ;
ἄξω λαβών γε τούσδ᾽ ἐφολκίδας χεροῖν,
ναῦς δ᾽ ὣς ἐφέλξω: καὶ γὰρ οὐκ ἀναίνομαι
θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα:
φιλοῦσι παῖδας οἵ τ᾽ ἀμείνονες βροτῶν
635οἵ τ᾽ οὐδὲν ὄντες: χρήμασιν δὲ διάφοροι:
ἔχουσιν, οἳ δ᾽ οὔ: πᾶν δὲ φιλότεκνον γένος.