previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γέρων δὲ δή τις ἔστι Καδμείων λόγος
ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος
τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν,
τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς
30Ἀμφίον᾽ ἠδὲ Ζῆθον, ἐκγόνω Διός.
οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος,
Καδμεῖος οὐκ ὤν, ἀλλ᾽ ἀπ᾽ Εὐβοίας μολών,
κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός,
στάσει νοσοῦσαν τήνδ᾽ ἐπεσπεσὼν πόλιν.
35ἡμῖν δὲ κῆδος ἐς Κρέοντ᾽ ἀνημμένον
κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται.
τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς
καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος
τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει
40κτανὼν δάμαρτά θ᾽, ὡς φόνῳ σβέσῃ φόνον,
κἄμ᾽εἴ τι δὴ χρὴ κἄμ᾽ ἐν ἀνδράσιν λέγειν
γέροντ᾽ ἀχρεῖονμή ποθ᾽ οἵδ᾽ ἠνδρωμένοι
μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην.
ἐγὼ δέλείπει γάρ με τοῖσδ᾽ ἐν δώμασιν
45τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς
μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός
σὺν μητρί, τέκνα μὴ θάνωσ᾽ Ἡρακλέους,
βωμὸν καθίζω τόνδε σωτῆρος Διός,
ὃν καλλινίκου δορὸς ἄγαλμ᾽ ἱδρύσατο
50Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος.
πάντων δὲ χρεῖοι τάσδ᾽ ἕδρας φυλάσσομεν,
σίτων ποτῶν ἐσθῆτος, ἀστρώτῳ πέδῳ
πλευρὰς τιθέντες: ἐκ γὰρ ἐσφραγισμένοι
δόμων καθήμεθ᾽ ἀπορίᾳ σωτηρίας.
55φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους,
οἳ δ᾽ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν.
τοιοῦτον ἀνθρώποισιν δυσπραξία:
ἧς μήποθ᾽ ὅστις καὶ μέσως εὔνους ἐμοὶ
τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: