previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀμφιτρύων

σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι:
ἐγὼ δὲ σέ, Ζεῦ, χεῖρ᾽ ἐς οὐρανὸν δικὼν
αὐδῶ, τέκνοισιν εἴ τι τοισίδ᾽ ὠφελεῖν
500μέλλεις, ἀμύνειν, ὡς τάχ᾽ οὐδὲν ἀρκέσεις.
καίτοι κέκλησαι πολλάκις: μάτην πονῶ:
θανεῖν γάρ, ὡς ἔοικ᾽, ἀναγκαίως ἔχει.
ἀλλ᾽, γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου,
τοῦτον δ᾽ ὅπως ἥδιστα διαπεράσετε,
505ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι.
ὡς ἐλπίδας μὲν χρόνος οὐκ ἐπίσταται
σῴζειν, τὸ δ᾽ αὑτοῦ σπουδάσας διέπτατο.
ὁρᾶτ᾽ ἔμ᾽ ὅσπερ περίβλεπτος βροτοῖς
ὀνομαστὰ πράσσων, καί μ᾽ ἀφείλεθ᾽ τύχη
510ὥσπερ πτερὸν πρὸς αἰθέρ᾽ ἡμέρᾳ μιᾷ.
δ᾽ ὄλβος μέγας τε δόξ᾽ οὐκ οἶδ᾽ ὅτῳ
βέβαιός ἐστι. χαίρετ᾽: ἄνδρα γὰρ φίλον
πανύστατον νῦν, ἥλικες, δεδόρκατε.

Μεγάρα

ἔα:
πρέσβυ, λεύσσω τἀμὰ φίλτατ᾽: τί φῶ;

Ἀμφιτρύων

515οὐκ οἶδα, θύγατερ: ἀφασία δὲ κἄμ᾽ ἔχει.

Μεγάρα

ὅδ᾽ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν,
εἰ μή γ᾽ ὄνειρον ἐν φάει τι λεύσσομεν.
τί φημί; ποῖ᾽ ὄνειρα κηραίνουσ᾽ ὁρῶ;
οὐκ ἔσθ᾽ ὅδ᾽ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.
520δεῦρ᾽, τέκν᾽, ἐκκρίμνασθε πατρῴων πέπλων,
ἴτ᾽ ἐγκονεῖτε, μὴ μεθῆτ᾽, ἐπεὶ Διὸς
σωτῆρος ὑμῖν οὐδέν ἐσθ᾽ ὅδ᾽ ὕστερος.

Ἡρακλῆς

χαῖρε, μέλαθρον πρόπυλά θ᾽ ἑστίας ἐμῆς,
ὡς ἄσμενός σ᾽ ἐσεῖδον ἐς φάος μολών.
525ἔα: τί χρῆμα; τέκν᾽ ὁρῶ πρὸ δωμάτων
στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα,
ὄχλῳ τ᾽ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον,
πατέρα τε δακρύοντασυμφορὰς τίνας;
φέρ᾽ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς:
530γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος;

Μεγάρα

φίλτατ᾽ ἀνδρῶν ...

Ἀμφιτρύων
φάος μολὼν πατρί ...

Μεγάρα

ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις;

Ἡρακλῆς

τί φῄς; τίν᾽ ἐς ταραγμὸν ἥκομεν, πάτερ;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 644
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 29
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: