Ἀμφιτρύων
οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος
θανεῖν ἐρύκει μ᾽, ἀλλὰ παιδὶ βούλομαι
σῷσαι τέκν᾽: ἄλλως δ᾽ ἀδυνάτων ἔοικ᾽ ἐρᾶν.
ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρη
320κεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο.
μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα:
κτεῖνόν με καὶ τήνδ᾽ ἀθλίαν παίδων πάρος,
ὡς μὴ τέκν᾽ εἰσίδωμεν, ἀνόσιον θέαν,
ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα
325πατρός τε πατέρα. τἄλλα δ᾽, εἰ πρόθυμος εἶ,
πρᾶσσ᾽: οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν.
Μεγάρα
κἀγώ σ᾽ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,
ἡμῖν ἵν᾽ ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ:
κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,
330δόμους ἀνοίξας — νῦν γὰρ ἐκκεκλῄμεθα —
ὡς ἀλλὰ ταῦτά γ᾽ ἀπολάχωσ᾽ οἴκων πατρός.
Λύκος
ἔσται τάδ᾽: οἴγειν κλῇθρα προσπόλοις λέγω.
κοσμεῖσθ᾽ ἔσω μολόντες: οὐ φθονῶ πέπλων.
ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν,
335ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί.
Μεγάρα
ὦ τέκν᾽, ὁμαρτεῖτ᾽ ἀθλίῳ μητρὸς ποδὶ
πατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίας
ἄλλοι κρατοῦσι, τὸ δ᾽ ὄνομ᾽ ἔσθ᾽ ἡμῶν ἔτι.
Ἀμφιτρύων
ὦ Ζεῦ, μάτην ἄρ᾽ ὁμόγαμόν σ᾽ ἐκτησάμην,
340μάτην δὲ παιδὸς κοινεῶν᾽ ἐκλῄζομεν:
σὺ δ᾽ ἦσθ᾽ ἄρ᾽ ἥσσων ἢ 'δόκεις εἶναι φίλος.
ἀρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν:
παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους.
σὺ δ᾽ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν,
345τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών,
σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους.
ἀμαθής τις εἶ θεός, ἢ δίκαιος οὐκ ἔφυς.