Ἡρακλῆς
1340οἴμοι: πάρεργα μὲν τάδ᾽ ἔστ᾽ ἐμῶν κακῶν,
ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρ᾽ ἃ μὴ θέμις
στέργειν νομίζω, δεσμά τ᾽ ἐξάπτειν χεροῖν
οὔτ᾽ ἠξίωσα πώποτ᾽ οὔτε πείσομαι,
οὐδ᾽ ἄλλον ἄλλου δεσπότην πεφυκέναι.
1345δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστ᾽ ὀρθῶς θεός,
οὐδενός: ἀοιδῶν οἵδε δύστηνοι λόγοι.
ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν,
μὴ δειλίαν ὄφλω τιν᾽ ἐκλιπὼν φάος:
ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται,
1350οὐδ᾽ ἀνδρὸς ἂν δύναιθ᾽ ὑποστῆναι βέλος.
ἐγκαρτερήσω βίοτον: εἶμι δ᾽ ἐς πόλιν
τὴν σήν, χάριν τε μυρίων δώρων ἔχω.
ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην:
ὧν οὔτ᾽ ἀπεῖπον οὐδέν᾽ οὔτ᾽ ἀπ᾽ ὀμμάτων
1355ἔσταξα πηγάς, οὐδ᾽ ἂν ᾠόμην ποτὲ
ἐς τοῦθ᾽ ἱκέσθαι, δάκρυ᾽ ἀπ᾽ ὀμμάτων βαλεῖν:
νῦν δ᾽, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον.
εἶἑν: γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς,
ὁρᾷς δὲ παίδων ὄντα μ᾽ αὐθέντην ἐμῶν:
1360δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς
δακρύοισι τιμῶν — ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος —
πρὸς στέρν᾽ ἐρείσας μητρὶ δούς τ᾽ ἐς ἀγκάλας,
κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας
διώλεσ᾽ ἄκων. γῇ δ᾽ ἐπὴν κρύψῃς νεκρούς,
1365οἴκει πόλιν τήνδ᾽, ἀθλίως μέν, ἀλλ᾽ ὅμως
ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά.
ὦ τέκν᾽, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ
ἀπώλεσ᾽, οὐδ᾽ ὤνασθε τῶν ἐμῶν καλῶν,
ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳ
1370εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν.
σέ τ᾽ οὐχ ὁμοίως, ὦ τάλαιν᾽, ἀπώλεσα
ὥσπερ σὺ τἀμὰ λέκτρ᾽ ἔσῳζες ἀσφαλῶς,
μακρὰς διαντλοῦσ᾽ ἐν δόμοις οἰκουρίας.
οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δ᾽ ἐμοῦ,
1375ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι
τέκνων γυναικός τ᾽: ὦ λυγραὶ φιλημάτων
τέρψεις, λυγραὶ δὲ τῶνδ᾽ ὅπλων κοινωνίαι.
ἀμηχανῶ γὰρ πότερ᾽ ἔχω τάδ᾽ ἢ μεθῶ,
ἃ πλευρὰ τἀμὰ προσπίτνοντ᾽ ἐρεῖ τάδε:
1380Ἡμῖν τέκν᾽ εἷλες καὶ δάμαρθ᾽: ἡμᾶς ἔχεις
παιδοκτόνους σούς. εἶτ᾽ ἐγὼ τάδ᾽ ὠλέναις
οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων,
ξὺν οἷς τὰ κάλλιστ᾽ ἐξέπραξ᾽ ἐν Ἑλλάδι,
ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω;
1385οὐ λειπτέον τάδ᾽, ἀθλίως δὲ σῳστέον.
ἕν μοί τι, Θησεῦ, σύγκαμ᾽: ἀθλίου κυνὸς
κόμιστρ᾽ ἐς Ἄργος συγκατάστησον μολών,
λύπῃ τι παίδων μὴ πάθω μονούμενος.