Ἀμφιτρύων
Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ-
γα τὸν ὕπνῳ παρειμένον ἐάσετ᾽ ἐκ-
λαθέσθαι κακῶν;
Χορός
1045κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ
τέκεα καὶ τὸ καλλίνικον κάρα.
Ἀμφιτρύων
ἑκαστέρω πρόβατε, μὴ
κτυπεῖτε, μὴ βοᾶτε, μὴ
τὸν εὔδι᾽ ἰαύονθ᾽
ὑπνώδεά τ᾽ εὐνᾶς
1050ἐγείρετε.
Χορός
οἴμοι.
φόνος ὅσος ὅδ᾽ ...
Ἀμφιτρύων
οὐκ ἀτρεμαῖα θρῆνον αἰ-
άξετ᾽, ὦ γέροντες;
1055ἢ δέσμ᾽ ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν,
ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταράξει.
Ἀμφιτρύων
σῖγα, πνοὰς μάθω:
1060φέρε πρὸς οὖς βάλω.
Ἀμφιτρύων
ναί, εὕδει
ὕπνον γ᾽ ἄυπνον ὀλόμενον, ὃς ἔκανεν ἄλο-
χον, ἔκανε δὲ τέκεα, τοξήρει ψαλμῷ τοξεύσας.
Ἀμφιτρύων
σῖγα σῖγα:
παλίντροπος ἐξεγειρόμενος στρέφεται: φέρε,
1070ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω.
Χορός
θάρσει: νὺξ ἔχει βλέφαρα παιδὶ σῷ.
Ἀμφιτρύων
ὁρᾶθ᾽ ὁρᾶτε. τὸ φάος ἐκ-
λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐ
φεύγω τάλας, ἀλλ᾽ εἴ με κανεῖ πατέρ᾽ ὄντα,
1075πρὸς δὲ κακοῖς κακὰ μήσεται
πρὸς Ἐρινύσι θ᾽ αἷμα σύγγονον ἕξει.
Χορός
τότε θανεῖν σ᾽ ἐχρῆν, ὅτε δάμαρτι σᾷ
φόνον ὁμοσπόρων ἔμολες ἐκπράξας
1080Ταφίων περίκλυστον ἄστυ πέρσας.
Ἀμφιτρύων
φυγὰν φυγάν, γέροντες, ἀποπρὸ δωμάτων
διώκετε: φεύγετε μάργον
ἄνδρ᾽ ἐπεγειρόμενον.
ἢ τάχα φόνον ἕτερον ἐπὶ φόνῳ βαλὼν
1085ἀν᾽ αὖ βακχεύσει Καδμείων πόλιν.