Χορός
ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα
τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι
τῶν Δαναοῦ παίδων: τάδε δ᾽ ὑπερέβαλε, παρ-
1020έδραμε τὰ τότε κακὰ ... τάλανι διογενεῖ κόρῳ.
μονοτέκνου Πρόκνης φόνον ἔχω λέξαι
θυόμενον Μούσαις: σὺ δὲ τέκνα τρίγον᾽, ὦ
δάιε, τεκόμενος, λυσσάδι συγκατειργάσω μοίρᾳ.
1025αἰαῖ, τίνα στεναγμὸν
ἢ γόον ἢ φθιτῶν
ᾠδάν, ἢ τὸν Ἅιδα χορὸν ἀχήσω;
φεῦ φεῦ:
ἴδεσθε, διάνδιχα κλῇθρα
1030κλίνεται ὑψιπύλων δόμων.
ἰώ μοι:
ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς
ἄθλια κείμενα δυστάνου,
εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου.
1035περὶ δὲ δεσμὰ καὶ πολύβροχ᾽ ἁμμάτων
ἐρείσμαθ᾽ Ἡράκλειον
ἀμφὶ δέμας τάδε λαΐνοις
ἀνημμένα κίοσιν οἴκων.