previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοιόνδε τὸν στρατηγὸν αἱρεῖσθαι χρεών,
ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος
μισεῖ θ᾽ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς
ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα
730ζητῶν ἀπώλεσ᾽ ὄλβον χρῆσθαι παρῆν.

Χορός

νῦν τήνδ᾽ ἄελπτον ἡμέραν ἰδοῦσ᾽ ἐγὼ
θεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶς
ἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην.

Ἄδραστος

Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς
735φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα
δρῶμέν τε τοιαῦθ᾽ ἃν σὺ τυγχάνῃς θέλων.
ἡμῖν γὰρ ἦν τό τ᾽ Ἄργος οὐχ ὑποστατόν,
αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν:
Ἐτεοκλέους τε σύμβασιν ποιουμένου,
740μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν,
κἄπειτ᾽ ἀπωλόμεσθα. δ᾽ αὖ τότ᾽ εὐτυχής,
λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα,
ὕβριζ᾽, ὑβρίζων τ᾽ αὖθις ἀνταπώλετο
Κάδμου κακόφρων λαός. καιροῦ πέρα
745τὸ τόξον ἐντείνοντες: κενοὶ βροτῶν,
καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά,
φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν:
πόλεις τ᾽, ἔχουσαι διὰ λόγου κάμψαι κακά,
φόνῳ καθαιρεῖσθ᾽, οὐ λόγῳ, τὰ πράγματα.
750ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν,
πῶς ἐξεσώθης: εἶτα τἄλλ᾽ ἐρήσομαι.

Ἄγγελος

ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί,
πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός.

Ἄδραστος

ὧν δ᾽ οὕνεχ᾽ ἁγὼν ἦν, νεκροὺς κομίζετε;

Ἄγγελος

755ὅσοι γε κλεινοῖς ἕπτ᾽ ἐφέστασαν δόμοις.

Ἄδραστος

πῶς φῄς; δ᾽ ἄλλος ποῦ κεκμηκότων ὄχλος;

Ἄγγελος

τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.

Ἄδραστος

τοὐκεῖθεν τοὐνθένδε; τίς δ᾽ ἔθαψέ νιν;

Ἄγγελος

Θησεύς, σκιώδης ἔνθ᾽ Ἐλευθερὶς πέτρα.

Ἄδραστος

760οὓς δ᾽ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών;

Ἄγγελος

ἐγγύς: πέλας γὰρ πᾶν τι σπουδάζεται.

Ἄδραστος

που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου;

Ἄγγελος

οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ.

Ἄδραστος


*

Ἄγγελος

φαίης ἄν, εἰ παρῆσθ᾽ ὅτ᾽ ἠγάπα νεκρούς.

Ἄδραστος

765ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς;

Ἄγγελος

κἄστρωσέ γ᾽ εὐνὰς κἀκάλυψε σώματα.

Ἄδραστος

δεινὸν μὲν ἦν βάσταγμα κᾀσχύνην ἔχον.

Ἄγγελος

τί δ᾽ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά;

Ἄδραστος

οἴμοι: πόσῳ σφιν συνθανεῖν ἂν ἤθελον.

Ἄγγελος

770ἄκραντ᾽ ὀδύρῃ ταῖσδέ τ᾽ ἐξάγεις δάκρυ.

Ἄδραστος

δοκῶ μέν, αὐταί γ᾽ εἰσὶν αἱ διδάσκαλοι.
ἀλλ᾽ εἶἑν: αἴρω χεῖρ᾽ ἀπαντήσας νεκροῖς
Ἅιδου τε μολπὰς ἐκχέω δακρυρρόους,
φίλους προσαυδῶν, ὧν λελειμμένος τάλας
775ἔρημα κλαίω: τοῦτο γὰρ μόνον βροτοῖς
οὐκ ἔστι τἀνάλωμ᾽ ἀναλωθὲν λαβεῖν,
ψυχὴν βροτείαν: χρημάτων δ᾽ εἰσὶν πόροι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: