ἐν ᾧ δὲ τέμνειν σφάγια χρή σ᾽, ἄκουέ μου.
ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων,
ὃν Ἰλίου ποτ᾽ ἐξαναστήσας βάθρα
σπουδὴν ἐπ᾽ ἄλλην Ἡρακλῆς ὁρμώμενος
1200στῆσαί σ᾽ ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν.
ἐν τῷδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν
ἔγγραψον ὅρκους τρίποδος ἐν κοίλῳ κύτει,
κἄπειτα σῴζειν θεῷ δὸς ᾧ Δελφῶν μέλει,
μνημεῖά θ᾽ ὅρκων μαρτύρημά θ᾽ Ἑλλάδι.
1205ᾗ δ᾽ ἂν διοίξῃς σφάγια καὶ τρώσῃς φόνον
ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς
κρύψον παρ᾽ αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν:
φόβον γὰρ αὐτοῖς, ἤν ποτ᾽ ἔλθωσιν πόλιν,
δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν.
1210δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς.
τεμένη δ᾽, ἵν᾽ αὐτῶν σώμαθ᾽ ἡγνίσθη πυρί,
μέθες παρ᾽ αὐτὴν τρίοδον Ἰσθμίας θεοῦ:
σοὶ μὲν τάδ᾽ εἶπον: παισὶ δ᾽ Ἀργείων λέγω:
πορθήσεθ᾽ ἡβήσαντες Ἰσμηνοῦ πόλιν,
1215πατέρων θανόντων ἐκδικάζοντες φόνον,
σύ τ᾽ ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης
νέος καταστάς, παῖς τ᾽ ἀπ᾽ Αἰτωλῶν μολὼν
Τυδέως, ὃν ὠνόμαζε Διομήδην πατήρ.
ἀλλ᾽ οὐ φθάνειν χρὴ συσκιάζοντας γένυν
1220καὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸν
ἑπτάστολον πύργωμα Καδμείων ἔπι:
πικροὶ γὰρ αὐτοῖς ἥξετ᾽, ἐκτεθραμμένοι
σκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες.
κοὐκ ἔστιν ἄλλως: Ἔκγονοι δ᾽ ἀν᾽ Ἑλλάδα
1225κληθέντες ᾠδὰς ὑστέροισι θήσετε:
τοῖον στράτευμα σὺν θεῷ πορεύσετε.
Θησεύς
δέσποιν᾽ Ἀθάνα, πείσομαι λόγοισι σοῖς:
σὺ γάρ μ᾽ ἀνορθοῖς, ὥστε μὴ 'ξαμαρτάνειν:
καὶ τόνδ᾽ ἐν ὅρκοις ζεύξομαι: μόνον σύ με
1230ἐς ὀρθὸν ἵστη: σοῦ γὰρ εὐμενοῦς πόλει
οὔσης τὸ λοιπὸν ἀσφαλῶς οἰκήσομεν.