Χορός
95τί χρέος; ἦ λόγων πόλεος, ἔνεπέ μοι, μελόμενοι τυχεῖν;
Ἰόλαος
μήτ᾽ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν
τῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν.
Κῆρυξ
ἀλλ᾽ οὔτι τοῖς σοῖς δεσπόταις τάδ᾽ ἀρκέσει,
100οἳ σοῦ κρατοῦντες ἐνθάδ᾽ εὑρίσκουσί σε.
Χορός
εἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε,
καὶ μὴ βιαίῳ χειρὶ δαιμόνων ἀπολιπεῖν σφ᾽ ἕδη:
πότνια γὰρ Δίκα τάδ᾽ οὐ πείσεται.
Κῆρυξ
105ἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως,
κοὐδὲν βιαίῳ τῇδε χρήσομαι χερί.
Χορός
ἄθεον ἱκεσίαν μεθεῖναι πέλει ξένων προστροπάν.
Κῆρυξ
καλὸν δέ γ᾽ ἔξω πραγμάτων ἔχειν πόδα,
110εὐβουλίας τυχόντα τῆς ἀμείνονος.