Θεράπων
δέσποιν᾽, ὁρᾷς μέν, ἀλλ᾽ ὅμως εἰρήσεται,
Εὐρυσθέα σοι τόνδ᾽ ἄγοντες ἥκομεν,
930ἄελπτον ὄψιν, τῷδέ τ᾽ οὐχ ἧσσον τύχην:
οὐ γάρ ποτ᾽ ηὔχει χεῖρας ἵξεσθαι σέθεν,
ὅτ᾽ ἐκ Μυκηνῶν πολυπόνῳ σὺν ἀσπίδι
ἔστειχε μείζω τῆς δίκης φρονῶν, πόλιν
πέρσων Ἀθάνας. ἀλλὰ τὴν ἐναντίαν
935δαίμων ἔθηκε καὶ μετέστησεν τύχην.
Ὕλλος μὲν οὖν ὅ τ᾽ ἐσθλὸς Ἰόλεως βρέτας
Διὸς τροπαίου καλλίνικον ἵστασαν:
ἐμοὶ δὲ πρὸς σὲ τόνδ᾽ ἐπιστέλλουσ᾽ ἄγειν,
τέρψαι θέλοντες σὴν φρέν᾽: ἐκ γὰρ εὐτυχοῦς
940ἥδιστον ἐχθρὸν ἄνδρα δυστυχοῦνθ᾽ ὁρᾶν.
Ἀλκμήνη
ὦ μῖσος, ἥκεις; εἷλέ σ᾽ ἡ Δίκη χρόνῳ;
πρῶτον μὲν οὖν μοι δεῦρ᾽ ἐπίστρεψον κάρα
καὶ τλῆθι τοὺς σοὺς προσβλέπειν ἐναντίον
ἐχθρούς: κρατῇ γὰρ νῦν γε κοὐ κρατεῖς ἔτι.
945ἐκεῖνος εἶ σύ, βούλομαι γὰρ εἰδέναι,
ὃς πολλὰ μὲν τὸν ὄνθ᾽ ὅπου 'στὶ νῦν ἐμὸν
παῖδ᾽ ἀξιώσας, ὦ πανοῦργ᾽, ἐφυβρίσαι
950ὕδρας λέοντάς τ᾽ ἐξαπολλύναι λέγων
ἔπεμπες; ἄλλα δ᾽ οἷ᾽ ἐμηχανῶ κακὰ
σιγῶ: μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι.
τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι
ὃς καὶ παρ᾽ Ἅιδην ζῶντά νιν κατήγαγες;
κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον,
ἀλλ᾽ ἐξ ἁπάσης κἀμὲ καὶ τέκν᾽ Ἑλλάδος
955ἤλαυνες ἱκέτας δαιμόνων καθημένους,
τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι.
ἀλλ᾽ ηὗρες ἄνδρας καὶ πόλισμ᾽ ἐλεύθερον,
οἵ σ᾽ οὐκ ἔδεισαν. δεῖ σε κατθανεῖν κακῶς,
καὶ κερδανεῖς ἅπαντα: χρῆν γὰρ οὐχ ἅπαξ
960θνῄσκειν σὲ πολλὰ πήματ᾽ ἐξειργασμένον.
Θεράπων
οὐκ ἔστ᾽ ἀνυστὸν τόνδε σοι κατακτανεῖν.
Ἀλκμήνη
ἄλλως ἄρ᾽ αὐτὸν αἰχμάλωτον εἵλομεν.
<Θεράπων>
<ἄλλως, κατακτανεῖν νιν εἰ πρόθυμος εἶ.>
Ἀλκμήνη
εἴργει δὲ δὴ τίς τόνδε μὴ θνῄσκειν νόμος;
Θεράπων
τοῖς τῆσδε χώρας προστάταισιν οὐ δοκεῖ.
Ἀλκμήνη
965τί δὴ τόδ᾽; ἐχθροὺς τοισίδ᾽ οὐ καλὸν κτανεῖν;
Θεράπων
οὐχ ὅντιν᾽ ἄν γε ζῶνθ᾽ ἕλωσιν ἐν μάχῃ.
Ἀλκμήνη
καὶ ταῦτα δόξανθ᾽ Ὕλλος ἐξηνέσχετο;
Θεράπων
χρῆν αὐτόν, οἶμαι, τῇδ᾽ ἀπιστῆσαι χθονί.
Ἀλκμήνη
χρῆν τόνδε μὴ ζῆν μηδ᾽ ἔτ᾽ εἰσορᾶν φάος.
<Θεράπων>
< >
Ἀλκμήνη
970τότ᾽ ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε.
<Θεράπων>
< >
Ἀλκμήνη
οὔκουν ἔτ᾽ ἐστὶν ἐν καλῷ δοῦναι δίκην;
Θεράπων
οὐκ ἔστι τοῦτον ὅστις ἂν κατακτάνοι.
Ἀλκμήνη
ἔγωγε: καίτοι φημὶ κἄμ᾽ εἶναί τινα.