Ἀλκμήνη
τί χρῆμα; μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν
710λιπεῖν μ᾽ ἔρημον σὺν <τέκνου> τέκνοις ἐμοῖς;
Ἰόλαος
ἀνδρῶν γὰρ ἀλκή: σοὶ δὲ χρὴ τούτων μέλειν.
Ἀλκμήνη
τί δ᾽; ἢν θάνῃς σύ, πῶς ἐγὼ σωθήσομαι;
Ἰόλαος
παιδὸς μελήσει παισὶ τῶν λελειμμένων.
Ἀλκμήνη
ἢν δ᾽ οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχῃ;
Ἰόλαος
715οἵδ᾽ οὐ προδώσουσίν σε, μὴ τρέσῃς, ξένοι.
Ἀλκμήνη
τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλ᾽, ἔχω.
Ἰόλαος
καὶ Ζηνὶ τῶν σῶν, οἶδ᾽ ἐγώ, μέλει πόνων.
Ἀλκμήνη
φεῦ:
Ζεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς:
εἰ δ᾽ ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ.
Θεράπων
720ὅπλων μὲν ἤδη τήνδ᾽ ὁρᾷς παντευχίαν,
φθάνοις δ᾽ ἂν οὐκ ἂν τοῖσδε σὸν κρύπτων δέμας:
ὡς ἐγγὺς ἁγών, καὶ μάλιστ᾽ Ἄρης στυγεῖ
μέλλοντας: εἰ δὲ τευχέων φοβῇ βάρος,
νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν
725κόσμῳ πυκάζου τῷδ᾽: ἐγὼ δ᾽ οἴσω τέως.
Ἰόλαος
καλῶς ἔλεξας: ἀλλ᾽ ἐμοὶ πρόχειρ᾽ ἔχων
τεύχη κόμιζε, χειρὶ δ᾽ ἔνθες ὀξύην,
λαιόν τ᾽ ἔπαιρε πῆχυν, εὐθύνων πόδα.
Θεράπων
ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών;
Ἰόλαος
730ὄρνιθος οὕνεκ᾽ ἀσφαλῶς πορευτέον.
Θεράπων
εἴθ᾽ ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ.
Ἰόλαος
ἔπειγε: λειφθεὶς δεινὰ πείσομαι μάχης.
Θεράπων
σύ τοι βραδύνειν, οὐκ ἐγώ, δοκεῖς τι δρᾶν.
Ἰόλαος
οὔκουν ὁρᾷς μου κῶλον ὡς ἐπείγεται;
Θεράπων
735ὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε.
Ἰόλαος
οὐ ταῦτα λέξεις, ἡνίκ᾽ ἂν λεύσσῃς μ᾽ ἐκεῖ...
Θεράπων
τί δρῶντα; βουλοίμην δ᾽ ἂν εὐτυχοῦντά γε.
Ἰόλαος
δι᾽ ἀσπίδος θείνοντα πολεμίων τινά.
Θεράπων
εἰ δή ποθ᾽ ἥξομέν γε: τοῦτο γὰρ φόβος.
Ἰόλαος
φεῦ:
740εἴθ᾽, ὦ βραχίων, οἷον ἡβήσαντά σε
μεμνήμεθ᾽ ἡμεῖς, ἡνίκα ξὺν Ἡρακλεῖ
Σπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοι
τοιοῦτος: οἵαν ἂν τροπὴν Εὐρυσθέως
θείμην: ἐπεί τοι καὶ κακὸς μένειν δόρυ.
745ἔστιν δ᾽ ἐν ὄλβῳ καὶ τόδ᾽ οὐκ ὀρθῶς ἔχον,
εὐψυχίας δόκησις: οἰόμεσθα γὰρ
τὸν εὐτυχοῦντα πάντ᾽ ἐπίστασθαι καλῶς.