Χορός
οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον,
ἄνδρα γενέσθαι:
610οὐδὲ τὸν αὐτὸν ἀεὶ 'μβεβάναι δόμον
εὐτυχίᾳ: παρὰ δ᾽ ἄλλαν ἄλλα
μοῖρα διώκει.
τὸν μὲν ἀφ᾽ ὑψηλῶν βραχὺν ᾤκισε,
τὸν δ᾽ †ἀλήταν† εὐδαίμονα τεύχει.
615μόρσιμα δ᾽ οὔτι φυγεῖν θέμις, οὐ σοφί-
ᾳ τις ἀπώσεται, ἀλλὰ μάταν
ὁ πρόθυμος ἀεὶ πόνον ἕξει.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics