Χορός
εἰ σὺ μέγ᾽ αὐχεῖς, ἕτεροι
σοῦ πλέον οὐ μέλονται,
355ξεῖν᾽ <ἀπ᾽> Ἀργόθεν ἐλθών,
μεγαληγορίαισι δ᾽ ἐμὰς
φρένας οὐ φοβήσεις.
μήπω ταῖς μεγάλαισιν οὕ-
τω καὶ καλλιχόροις Ἀθά-
360ναις εἴη: σὺ δ᾽ ἄφρων, ὅ τ᾽ Ἄρ-
γει Σθενέλου τύραννος.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics