Χορός
οὔκουν τυράννοις τῆσδε γῆς φράσαντά σε
χρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίᾳ ξένους
θεῶν ἀφέλκειν, γῆν σέβοντ᾽ ἐλευθέραν;
Κῆρυξ
τίς δ᾽ ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ;
Χορός
115ἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως.
Κῆρυξ
πρὸς τοῦτον ἁγὼν ἆρα τοῦδε τοῦ λόγου
μάλιστ᾽ ἂν εἴη: τἄλλα δ᾽ εἴρηται μάτην.
Χορός
καὶ μὴν ὅδ᾽ αὐτὸς ἔρχεται σπουδὴν ἔχων
Ἀκάμας τ᾽ ἀδελφός, τῶνδ᾽ ἐπήκοοι λόγων.
Δημοφῶν
120ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους
βοηδρομήσας τήνδ᾽ ἐπ᾽ ἐσχάραν Διός,
λέξον, τίς ὄχλον τόνδ᾽ ἀθροίζεται τύχη;
Χορός
ἱκέται κάθηνται παῖδες οἵδ᾽ Ἡρακλέους
βωμὸν καταστέψαντες, ὡς ὁρᾷς, ἄναξ,
125πατρός τε πιστὸς Ἰόλεως παραστάτης.
Δημοφῶν
τί δῆτ᾽ ἰυγμῶν ἥδ᾽ ἐδεῖτο συμφορά;
Χορός
βίᾳ νιν οὗτος τῆσδ᾽ ἀπ᾽ ἐσχάρας ἄγειν
ζητῶν βοὴν ἔστησε κἄσφηλεν γόνυ
γέροντος, ὥστε μ᾽ ἐκβαλεῖν οἴκτῳ δάκρυ.
Δημοφῶν
130καὶ μὴν στολήν γ᾽ Ἕλληνα καὶ ῥυθμὸν πέπλων
ἔχει, τὰ δ᾽ ἔργα βαρβάρου χερὸς τάδε.
σὸν δὴ τὸ φράζειν ἐστί, μὴ μέλλειν <δ᾽>, ἐμοὶ
ποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών;