Χορός
55σπαργῶντας μαστοὺς χάλασον:
δέξαι θηλαῖσι τροφὰς
ἃς λείπεις ἀρνῶν θαλάμοις.
ποθοῦσί σ᾽ ἁμερόκοι-
τοι βλαχαὶ σμικρῶν τεκέων.
60εἰς αὐλὰν πότ᾽ ἀμφιλαφῆ
ποιηροὺς λιποῦσα νομοὺς
Αἰτναίων εἴσει σκοπέλων;
Click on a word to bring up parses, dictionary entries, and frequency statistics