previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὀδυσσεύς
οἶσθ᾽ οὖν δρᾶσον, ὡς ἀπαίρωμεν χθονός;

Σιληνός
οὐκ οἶδ᾽, Ὀδυσσεῦ: πᾶν δέ σοι δρῴημεν ἄν.

Ὀδυσσεύς
ὅδησον ἡμῖν σῖτον, οὗ σπανίζομεν.

Σιληνός
οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας.

Ὀδυσσεύς
135ἀλλ᾽ ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον.

Σιληνός
καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα.

Ὀδυσσεύς
ἐκφέρετε: φῶς γὰρ ἐμπολήμασιν πρέπει.

Σιληνός
σὺ δ᾽ ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον;

Ὀδυσσεύς
οὐ χρυσὸν ἀλλὰ πῶμα Διονύσου φέρω.

Σιληνός
140 φίλτατ᾽ εἰπών, οὗ σπανίζομεν πάλαι.

Ὀδυσσεύς
καὶ μὴν Μάρων μοι πῶμ᾽ ἔδωκε, παῖς θεοῦ.

Σιληνός
ὃν ἐξέθρεψα ταῖσδ᾽ ἐγώ ποτ᾽ ἀγκάλαις;

Ὀδυσσεύς
Βακχίου παῖς, ὡς σαφέστερον μάθῃς.

Σιληνός
ἐν σέλμασιν νεώς ἐστιν, φέρεις σύ νιν;

Ὀδυσσεύς
145ὅδ᾽ ἁσκὸς ὃς κεύθει νιν, ὡς ὁρᾷς, γέρον.

Σιληνός
οὗτος μὲν οὐδ᾽ ἂν τὴν γνάθον πλήσειέ μου.

Ὀδυσσεύς
<τοῦτον μὲν οὖν τὸν ἀσκὸν οὐκ ἂν ἐκπίοις.>1

Σιληνός
<φύει γὰρ ἁσκὸς οἶνον ἐξ αὑτοῦ πάλιν;>2

Ὀδυσσεύς
ναί, δὶς τόσον πῶμ᾽ ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῇ.

Σιληνός
καλήν γε κρήνην εἶπας ἡδεῖάν τ᾽ ἐμοί.

Ὀδυσσεύς
βούλῃ σε γεύσω πρῶτον ἄκρατον μέθυ;

Σιληνός
150δίκαιον: γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ.

Ὀδυσσεύς
καὶ μὴν ἐφέλκω καὶ ποτῆρ᾽ ἀσκοῦ μέτα.

Σιληνός
φέρ᾽ ἐγκάναξον, ὡς ἀναμνησθῶ πιών.

Ὀδυσσεύς
ἰδού.

Σιληνός
παπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει.

Ὀδυσσεύς
εἶδες γὰρ αὐτήν;

Σιληνός
οὐ μὰ Δί᾽, ἀλλ᾽ ὀσφραίνομαι.

Ὀδυσσεύς
155γεῦσαί νυν, ὡς ἂν μὴ λόγῳ 'παινῇς μόνον.

Σιληνός
βαβαί: χορεῦσαι παρακαλεῖ μ᾽ Βάκχιος.
.

Ὀδυσσεύς
μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς;

Σιληνός
ὥστ᾽ εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο.

Ὀδυσσεύς
160πρὸς τῷδε μέντοι καὶ νόμισμα δώσομεν.

Σιληνός
χάλα τὸν ἀσκὸν μόνον: ἔα τὸ χρυσίον.

Ὀδυσσεύς
ἐκφέρετέ νυν τυρεύματ᾽ μήλων τόκον.

Σιληνός
δράσω τάδ᾽, ὀλίγον φροντίσας γε δεσποτῶν.
ὡς ἐκπιεῖν κἂν κύλικα βουλοίμην μίαν,
165πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα,
ῥῖψαι τ᾽ ἐς ἅλμην Λευκάδος πέτρας ἄπο
ἅπαξ μεθυσθεὶς καταβαλών τε τὰς ὀφρῦς.
ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται:
ἵν᾽ ἔστι τουτί τ᾽ ὀρθὸν ἐξανιστάναι
170μαστοῦ τε δραγμὸς καὶ παρεσκευασμένον
ψαῦσαι χεροῖν λειμῶνος ὀρχηστύς θ᾽ ἅμα
κακῶν τε λῆστις. εἶτ᾽ ἐγὼ <οὐ> κυνήσομαι
τοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίαν
κλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον;

1 Versum composuit Kovacs.

2 Versum composuit Kovacs.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: