previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἡρακλῆς Λεοντοφόνος


τὸν δ᾽ γέρων προσέειπε φυτῶν ἐπίουρος ἀροτρεὺς
παυσάμενος ἔργοιο, τό οἱ μετὰ χερσὶν ἔκειτο:
῎Εκ τοι ξεῖνε πρόφρων μυθήσομαι ὅσσ᾽ ἐρεείνεις,
῾Ερμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο:
5τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι,
εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην.
ποῖμναι μὲν βασιλῆος εὔτριχες Αὐγείαο
οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδ᾽ ἕνα χῶρον:
ἀλλ᾽ αἱ μέν ῥα νάοντος ἐπ᾽ ὄχθαις ἀμφ᾽ ᾿Ελισοῦντος,
10αἱ δ᾽ ἱερὸν θείοιο παρὰ ῥόον ᾿Αλφειοῖο,
αἱ δ᾽ ἐπὶ Βουπρασίου πολυβότρυος, αἱ δὲ καὶ ὧδε.
χωρὶς δὴ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις.
αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης
πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι,
15Μηνίου ἀμμέγα τῖφος, ἐπεὶ πολυειδέα ποίην
λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τε
εἰς ἅλις, ῥα βόεσσι μένος κεραῇσιν ἀέξει.
αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸς
φαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος,
20κείνῃ, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι
χλωρή τ᾽ ἀγριέλαιος, ᾿Απόλλωνος νομίοιο
ἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο.
εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις
δέδμηνθ᾽, οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον
25ῥυόμεθ᾽ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν
ἔσθ᾽ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως.
οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι,
ἐς ληνοὺς δ᾽ ἱκνεῦνται, ἐπὴν θέρος ὥριον ἔλθῃ.
πᾶν γὰρ δὴ πεδίον τόδ᾽ ἐπίφρονος Αὐγείαο,
30πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι,
μέχρις ἐπ᾽ ἐσχατιὰς πολυπίδακος ἀκρωρείης,
ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ,
δίκη οἰκήων, οἷσιν βίος ἔπλετ᾽ ἐπ᾽ ἀγροῦ.
ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῷ
35ἔσσεται, οὗτινος ὧδε κεχρημένος εἰλήλουθας,
ἠὲ σύγ᾽ Αὐγείην καὶ δμώων τινὰ κείνου
δίζεαι, οἵ οἱ ἔασιν. ἐγὼ δέ κέ τοι σάφα εἰδὼς
ἀτρεκέως εἴποιμ᾽, ἐπεὶ οὐ σέγε φημὶ κακῶν ἒξ
ἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν,
40οἷόν τοι μέγα εἶδος ἐπιπρέπει. ῥά νυ παῖδες
ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι.’
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός.
ναὶ γέρον Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν ᾿Επειῶν
εἰσιδέειν: τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ.
εἰ δ᾽ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις
δήμου κηδόμενος, διὰ δὲ κρίνουσι θέμιστας,
δμώων δή τινα πρέσβυ σύ μοι φράσον ἡγεμονεύσας,
ὅστις ἐπ᾽ ἀγρῶν τῶνδε γεραίτερος αἰσυμνήτης,
κε τὸ μὲν εἴποιμι, τὸ δ᾽ ἐκ φαμένοιο πυθοίμην.
50ἄλλου δ᾽ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν.’
τὸν δ᾽ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς:
᾿Αθανάτων ξεῖνε φραδῇ τινος ἐνθάδ᾽ ἱκάνεις,
ὥς τοι πᾶν θέλεις αἶψα χρέος ἐκτετέλεσται.
ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος ᾿Ηελίοιο,
55σφωιτέρῳ σὺν παιδί, βίῃ Φυλῆος ἀγαυοῦ,
χθιζός γ᾽ εἰλήλουθεν ἀπ᾽ ἄστεος, ἤμασι πολλοῖς
κτῆσιν ἐποψόμενος, οἱ νήριθμος ἐπ᾽ ἀγρῶν:
ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ᾗσιν
αὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος.
60ἀλλ᾽ ἴομεν μάλα πρός μιν: ἐγὼ δέ τοι ἡγεμονεύσω
αὖλιν ἐφ᾽ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα.’
῝Ως εἰπὼν ἡγεῖτο, νόῳ δ᾽ ἔτι πόλλ᾽ ἐμενοίνα,
δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην,
ὁππόθεν ξεῖνος: μέμονεν δέ μιν αἰὲν ἔρεσθαι:
65ἂψ δ᾽ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα,
μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο,
σπερχομένου: χαλεπὸν δ᾽ ἑτέρου νόον ἴδμεναι ἀνδρός.
τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψ᾽ ἐνόησαν,
ἀμφότερον ὀσμῇ τε χροὸς δούπῳ τε ποδοῖιν.
70θεσπέσιον δ᾽ ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλος
᾿Αμφιτρυωνιάδῃ ῾Ηρακλέι: τὸν δὲ γέροντα
ἀχρεῖον κλάζοντε περίσσαινον ἑτέρωθεν.
τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθόνος ὅσσον ἀείρων
φευγέμεν ἂψ ὀπίσω δειδίσσετο, τρηχὺ δὲ φωνῇ
75ἠπείλει μάλα πᾶσιν, ἐρητύσασκε δ᾽ ὑλαγμοῦ,
χαίρων ἐν φρεσὶν ᾗσιν, ὁθούνεκεν αὖλιν ἔρυντο
αὐτοῦ γ᾽ οὐ παρεόντος: ἔπος δ᾽ ὅγε τοῖον ἔειπεν:
῍Ω πόποι, οἷον τοῦτο θεοὶ ποίησαν ἄνακτες
θηρίον ἀνθρώποισι μετέμμεναι, ὡς ἐπιμηθές.
80εἴ οἱ καὶ φρένες ὧδε νοήμονες ἔνδοθεν ἦσαν,
ᾔδει δ᾽, τε χρὴ χαλεπαινέμεν τε καὶ οὐκί,
οὐκ ἄν οἱ θηρῶν τις ἐδήρισεν περὶ τιμῆς:
νῦν δὲ λίην ζάκοτόν τε καὶ ἀρρηνὲς γένετ᾽ αὔτως.’
̂̓Η ῥα, καὶ ἐσσυμένως ποτὶ ταὐλίον ἷξον ἰόντες.
85᾿Ηέλιος μὲν ἔπειτα ποτὶ ζόφον ἔτραπεν ἵππους
δείελον ἦμαρ ἄγων: τὰ δ᾽ ἐπήλυθε πίονα μῆλα
ἐκ βοτάνης ἀνιόντα μετ᾽ αὐλία τε σηκούς τε.
αὐτὰρ ἔπειτα βόες μάλα μυρίαι ἄλλαι ἐπ᾽ ἄλλαις
ἐρχόμεναι φαίνονθ᾽ ὡσεὶ νέφη ὑδατόεντα,
90ἅσσά τ᾽ ἐν οὐρανῷ εἶσιν ἐλαυνόμενα προτέρωσε
ἠὲ νότοιο βίῃ ἠὲ Θρῃκὸς βορέαο:
τῶν μέν τ᾽ οὔτις ἀριθμὸς ἐν ἠέρι γίνετ᾽ ἰόντων,
οὐδ᾽ ἄνυσις: τόσα γάρ τε μετὰ προτέροισι κυλίνδει
ἲς ἀνέμου, τὰ δέ τ᾽ ἄλλα κορύσσεται αὖτις ἐπ᾽ ἄλλοις:
95τόσσ᾽ αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλι᾽ ᾔει.
πᾶν δ᾽ ἄρ᾽ ἐνεπλήσθη πεδίον, πᾶσαι δὲ κέλευθοι
ληίδος ἐρχομένηςστείνοντο δὲ πίονες ἀγροί),
μυκηθμῷ: σηκοὶ δὲ βοῶν ῥεῖα πλήσθησαν
εἰλιπόδων, ὄιες δὲ κατ᾽ αὐλὰς ηὐλίζοντο.
100ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ ἐόντων
εἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου:
ἀλλ᾽ μὲν ἀμφὶ πόδεσσιν ἐυτμήτοισιν ἱμᾶσι
κωλοπέδας ἀράρισκε περισταδὸν ἐγγὺς ἀμέλγειν:
ἄλλος δ᾽ αὖ φίλα τέκνα φίλαις ὑπὸ μητράσιν ἵει
105πινέμεναι λιαροῖο μεμαότα πάγχυ γάλακτος,
ἄλλος ἀμόλγιον εἶχ᾽, ἄλλος τρέφε πίονα τυρόν,
ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων.
Αὐγείης δ᾽ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους
ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες,
110σὺν δ᾽ υἱός τε βίη τε βαρύφρονος ῾Ηρακλῆος
ὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον.
ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμὸν
᾿Αμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεὶ
ἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνον
115εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει
ἀνδρὸς ληίδ᾽ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκ᾽ ἄλλων,
οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων.
᾿Ηέλιος δ᾽ παιδὶ τόγ᾽ ἔξοχον ὤπασε δῶρον,
ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν,
120καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα
ἐς τέλος: οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου
βουκολίοις, αἵτ᾽ ἔργα καταφθείρουσι νομήων,
αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους
ἐξ ἔτεος γίνοντο μάλ᾽ εἰς ἔτος: γὰρ ἅπασαι
125ζωοτόκοι τ᾽ ἦσαν περιώσια θηλυτόκοι τε.
ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμ᾽ ἐστιχόωντο
κνήμαργοί θ᾽ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοι
φοίνικες: πάντες δ᾽ ἐπιβήτορες οἵγ᾽ ἔσαν ἤδη.
ἄλλοι δ᾽ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο
130ἱεροὶ ᾿Ηελίοιο: χρόην δ᾽ ἔσαν ἠύτε κύκνοι
ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν
οἳ καὶ ἀτιμαγέλαι βόσκοντ᾽ ἐριθηλέα ποίην
ἐν νομῷ: ὧδ᾽ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο.
καί ῥ᾽ ὁπότ᾽ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες
135ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκ᾽ ἀγροτεράων,
πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ᾔεσαν ὀσμήν,
δεινὸν δ᾽ ἐβρυχῶντο φόνον λεύσσοντε προσώπῳ.
τῶν μέν τε προφέρεσκε βίηφί τε καὶ σφένεϊ
ἠδ᾽ ὑπεροπλίῃ Φαέθων μέγας, ὅν ῥα βοτῆρες
140ἀστέρι πάντες ἔισκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοις
βουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δ᾽ ἐτέτυκτο.
ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος
αὐτῷ ἔπειτ᾽ ἐπόρουσεν ἐυσκόπῳ ῾Ηρακλῆι
χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον.
145τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείῃ
σκαιοῦ ἄφαρ κέραος, κατὰ δ᾽ αὐχένα νέρθ᾽ ἐπὶ γαίης
κλάσσε βαρύν περ ἐόντα, πάλιν δέ μιν ὦσεν ὀπίσσω
ὤμῳ ἐπιβρίσας: δέ οἱ περὶ νεῦρα τανυσθεὶς
μυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη.
150θαύμαζεν δ᾽ αὐτός τε ἄναξ υἱός τε δαΐφρων
Φυλεὺς οἵ τ᾽ ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες,
᾿Αμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες.
τὼ δ᾽ εἰς ἄστυ λιπόντε καταυτόθι πίονας ἀγροὺς
ἐστιχέτην, Φυλεύς τε βίη θ᾽ ῾Ηρακληείη.
155λαοφόρου δ᾽ ἐπέβησαν ὅθι πρώτιστα κελεύθου,
λεπτὴν καρπαλίμοισι τρίβον ποσὶν ἐξανύσαντες,
ῥα δι᾽ ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστο
οὔτι λίην ἀρίσημος ἐν ὕλῃ χλωρὰ θέουσα,
τῇ μιν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιο
160Αὐγείω φίλος υἱὸς ἕθεν μετόπισθεν ἰόντα,
ἦκα παρακλίνας κεφαλὴν κατὰ δεξιὸν ὦμον:
ξεῖνε, πάλαι τινὰ πάγχυ σέθεν πέρι μῦθον ἀκούσας
ὡσεί περ σφετέρῃσιν ἐνὶ φρεσὶ βάλλομαι ἄρτι.
ἤλυθε γὰρ στείχων τις ἀπ᾽ ῎Αργεος ὡς μέσος ἀκμῆς
165ἐνθάδ᾽ ᾿Αχαιὸς ἀνὴρ ῾Ελίκης ἐξ ἀγχιάλοιο:
ὃς δή τοι μυθεῖτο καὶ ἐν πλεόνεσσιν ᾿Επειῶν,
οὕνεκεν ᾿Αργείων τις ἕθεν παρεόντος ὄλεσσε
θηρίον, αἰνολέοντα, κακὸν τέρας ἀγροιώταις,
κοίλην αὖλιν ἔχοντα Διὸς Νεμέοιο παρ᾽ ἄλσος,
170οὐκ οἶδ᾽ ἀτρεκέως ῎Αργεος ἐξ ἱεροῖο
αὐτόθεν Τίρυνθα νέμων πόλιν ἠὲ Μυκήνην.
ὣς κεῖνος ἀγόρευε: γένος δέ μιν εἶναι ἔφασκεν,
εἰ ἐτεόν περ ἐγὼ μιμνήσκομαι, ἐκ Περσῆος.
ἔλπομαι οὐχ ἕτερον τόδε τλήμεναι Αἰγιαλήων
175ἠὲ σέ: δέρμα δὲ θηρὸς ἀριφραδέως ἀγορεύει
χειρῶν καρτερὸν ἔργον, τοι περὶ πλευρὰ καλύπτει.
εἴπ᾽ ἄγε νῦν μοι πρῶτον, ἵνα γνώω κατὰ θυμόν,
ἥρως, εἴτ᾽ ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί,
εἰ σύγ᾽ ἐκεῖνος, ὃν ἧμιν ἀκουόντεσσιν ἔειπεν
οὑξ ῾Ελίκηθεν ᾿Αχαιός, ἐγὼ δέ σε φράζομαι ὀρθῶς.
εἰπὲ δ᾽ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες,
ὅππως τ᾽ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον:
οὐ μὲν γάρ κε τοσόνδε κατ᾽ ᾿Απίδα κνώδαλον εὕροις
ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει,
185ἀλλ᾽ ἄρκτους τε σύας τε λύκων τ᾽ ὀλοφώιον ἔρνος.
τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον:
οἱ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρ᾽ ἔφαντο
γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν.’
῝Ως εἰπὼν μέσσης ἐξηρώησε κελεύθου
190Φυλεύς, ὄφρα κιοῦσιν ἅμα σφίσιν ἄρκιος εἴη,
καί ῥά τε ῥηίτερον φαμένου κλύοι ῾Ηρακλῆος,
ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ:
̂̓Ω Αὐγηιάδη, τὸ μὲν ὅττί με πρῶτον ἀνήρευ,
αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας.
195ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου
ὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν,
νόσφίν γ᾽ ὅθεν ἦλθε: τὸ γὰρ πολέων περ ἐόντων
᾿Αργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι:
οἶον δ᾽ ἀθανάτων τίν᾽ ἐίσκομεν ἀνδράσι πῆμα
200ἱρῶν μηνίσαντα Φορωνείδῃσιν ἐφεῖναι.
πάντας γὰρ πισῆας ἐπικλύζων ποταμὸς ὣς
λῖς ἄμοτον κεράιζε, μάλιστα δὲ Βεμβιναίους,
οἵ ἑθεν ἀγχόμοροι ναῖον πασχόντες ἄτλητα.
τὸν μὲν ἐμοὶ πρώτιστα τελεῖν ἐπέταξεν ἄεθλον
205Εὐρυσθεύς, κτεῖναι δέ μ᾽ ἐφίετο θηρίον αἰνόν.
αὐτὰρ ἐγὼ κέρας ὑγρὸν ἑλὼν κοίλην τε φαρέτρην
ἰῶν ἐμπλείην νεόμην, ἑτέρηφι δὲ βάκτρον
εὐπαγὲς αὐτόφλοιον ἐπηρεφέος κοτίνοιο
ἔμμητρον, τὸ μὲν αὐτὸς ὑπὸ ζαθέῳ ῾Ελικῶνι
210εὑρὼν σὺν πυκινῇσιν ὁλοσχερὲς ἔσπασα ῥίζαις.
αὐτὰρ ἐπεὶ τὸν χῶρον, ὅθι λῖς ἦεν, ἵκανον,
δὴ τότε τόξον ἑλὼν στρεπτὴν ἐπέλασσα κορώνῃ
νευρειήν, περὶ δ᾽ ἰὸν ἐχέστονον εἶθαρ ἔβησα.
πάντῃ δ᾽ ὄσσε φέρων ὀλοὸν τέρας ἐσκοπίαζον,
215εἴ μιν ἐσαθρήσαιμι, πάρος γ᾽ ἐμὲ κεῖνον ἰδέσθαι.
ἤματος ἦν τὸ μεσηγύ, καὶ οὐδέ πῃ ἴχνια τοῖο
φρασθῆναι δυνάμην οὐδ᾽ ὠρυγμοῖο πυθέσθαι.
οὐδὲ μὲν ἀνθρώπων τις ἔην ἐπὶ βουσὶ καὶ ἔργοις
φαινόμενος σπορίμοιο δι᾽ αὔλακος, ὅντιν᾽ ἐροίμην:
220ἀλλὰ κατὰ σταθμοὺς χλωρὸν δέος εἶχεν ἕκαστον.
οὐ μὴν πρὶν πόδας ἔσχον ὄρος τανύφυλλον ἐρευνῶν,
πρὶν ἰδέειν ἀλκῆς τε παραυτίκα πειρηθῆναι.
ἤτοι μὲν σήραγγα προδείελος ἔστιχεν εἰς ἥν,
βεβρωκὼς κρειῶν τε καὶ αἵματος, ἀμφὶ δὲ χαίτας
225αὐχμηρὰς πεπάλακτο φόνῳ χαροπόν τε πρόσωπον
στήθεά τε, γλώσσῃ δὲ περιλιχμᾶτο γένειον.
αὐτὰρ ἐγὼ θάμνοισιν ἄφαρ σκιεροῖσιν ἐκρύφθην
ἐν ῥίῳ ὑλήεντι δεδεγμένος ὁππόθ᾽ ἵκοιτο,
καὶ βάλον ἆσσον ἰόντος ἀριστερὸν ἐς κενεῶνα
230τηϋσίως: οὐ γάρ τι βέλος διὰ σαρκὸς ὄλισθεν
ὀκριόεν, χλωρῇ δὲ παλίσσυτον ἔμπεσε ποίῃ.
αὐτὰρ κρᾶτα δαφοινὸν ἀπὸ χθονὸς ὦκ᾽ ἐπάειρε
θαμβήσας, πάντῃ δὲ διέδρακεν ὀφθαλμοῖσι
σκεπτόμενος, λαμυροὺς δὲ χανὼν ὑπ᾽ ὀδόντας ἔφηνε.
235τῷ δ᾽ ἐγὼ ἄλλον ὀιστὸν ἀπὸ νευρῆς προΐαλλον
ἀσχαλόων, μοι πρὶν ἐτώσιος ἔκφυγε χειρός:
μεσσηγὺς δ᾽ ἔβαλον στηθέων, ὅθι πνεύμονος ἕδρη.
ἀλλ᾽ οὐδ᾽ ὣς ὑπὸ βύρσαν ἔδυ πολυώδυνος ἰός,
ἀλλ᾽ ἔπεσε προπάροιθε ποδῶν ἀνεμώλιος αὔτως.
240τὸ τρίτον αὖ μέλλεσκον ἀσώμενος ἐν φρεσὶν αἰνῶς
αὐερύειν: δέ μ᾽ εἶδε περιγληνώμενος ὄσσοις
θὴρ ἄμοτος, μακρὴν δὲ περ᾽ ἰγνύῃσιν ἕλιξε
κέρκον, ἄφαρ δὲ μάχης ἐμνήσατο: πᾶς δέ οἱ αὐχὴν
θυμοῦ ἐνεπλήσθη, πυρσαὶ δ᾽ ἔφριξαν ἔθειραι
245σκυζομένῳ, κυρτὴ δὲ ῥάχις γένετ᾽ ἠύτε τόξον,
πάντοθεν εἰληθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν.
ὡς δ᾽ ὅτ᾽ ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων
ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο,
θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ:
250τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς
καμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ:
ὣς ἐπ᾽ ἐμοὶ λῖς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο
μαιμώων χροὸς ἆσαι: ἐγὼ δ᾽ ἑτέρηφι βέλεμνα
χειρὶ προεσχεθόμην καὶ ἀπ᾽ ὤμων δίπλακα λώπην,
255τῇ δ᾽ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας
ἤλασα κὰκ κεφαλῆς, διὰ δ᾽ ἄνδιχα τρηχὺν ἔαξα
αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον
θηρὸς ἀμαιμακέτοιο: πέσεν δ᾽ ὅγε πρὶν ἔμ᾽ ἱκέσθαι
ὑψόθεν ἐν γαίῃ, καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη
νευστάζων κεφαλῇ: περὶ γὰρ σκότος ὄσσέ οἱ ἄμφω
ἦλθε, βίῃ σεισθέντος ἐν ὀστέῳ ἐγκεφάλοιο.
τὸν μὲν ἐγὼν ὀδύνῃσι παραφρονέοντα βαρείαις
νωσάμενος, πρὶν αὖτις ὑπότροπον ἀμπνυνθῆναι,
αὐχένος ἀρρήκτοιο παρ᾽ ἰνίον ἤλασα προφθάς,
265ῥίψας τόξον ἔραζε πολύρραπτόν τε φαρέτρην:
ἦγχον δ᾽ ἐγκρατέως στιβαρὰς σὺν χεῖρας ἐρείσας
ἐξόπιθεν, μὴ σάρκας ὑποδρύψῃ ὀνύχεσσι,
πρὸς δ᾽ οὖδας πτέρνῃσι πόδας στερεῶς ἐπίεζον
οὐραίους ἐπιβάς, μηροῖσί τε πλεύρ᾽ ἐφύλασσον,
270μέχρί οἱ ἐξετάνυσσα βραχίονας ὀρθὸν ἀείρας
ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαχεν ῞Αιδης.
καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσαν
θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην,
ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἔσκε σιδήρῳ
275τμητὴ οὐδὲ λίθοις πειρωμένῳ, οὐδὲ μὲν ἄλλῃ
ἔνθά μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαι
αὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι.
τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσιν
ἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο.
280οὗτός τοι Νεμέου γένετ᾽ φίλε θηρὸς ὄλεθρος,
πολλὰ πάρος μήλοις τε καὶ ἀνδράσι κήδεα θέντος.’


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (10 total)
  • Commentary references to this page (8):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 189
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 130
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 575
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO PAN
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO DEMETER
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APOLLO
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERMES
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO DIONYSUS
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Appendix
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: