previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κύκλωψ


οὐδὲν πὸτ τὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο
Νικία οὔτ᾽ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτ᾽ ἐπίπαστον,
ταὶ Πιερίδες: κοῦφον δέ τι τοῦτο καὶ ἁδὺ
γίνετ᾽ ἐπ᾽ ἀνθρώποις, εὑρεῖν δ᾽ οὐ ῥᾴδιόν ἐστι.
5γινώσκειν δ᾽ οἶμαί τυ καλῶς ἰατρὸν ἐόντα
καὶ ταῖς ἐννέα δὴ πεφιλάμενον ἔξοχα Μοίσαις.
οὕτω γοῦν ῥάιστα διᾶγ᾽ Κύκλωψ παρ᾽ ἁμῖν,
ὡρχαῖος Πολύφαμος, ὅκ᾽ ἤρατο τᾶς Γαλατείας,
ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε.
10ἤρατο δ᾽ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις,
ἀλλ᾽ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα.
πολλάκι ταὶ ὄιες ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθον
χλωρᾶς ἐκ βοτάνας: δὲ τὰν Γαλάτειαν ἀείδων
αὐτόθ᾽ ἐπ᾽ ἀιόνος κατετάκετο φυκιοέσσας
15ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος
Κύπριδος ἐκ μεγάλας, τό οἱ ἥπατι πᾶξε βέλεμνον.
ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δ᾽ ἐπὶ πέτρας
ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα.
̂̓Ω λευκὰ Γαλάτεια, τί τὸν φιλέοντ᾽ ἀποβάλλῃ;
20λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός,
μόσχω γαυροτέρα, σφριγανωτέρα ὄμφακος ὠμᾶς.
φοιτῇς δ᾽ αὖθ᾽ οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με,
οἴχῃ δ᾽ εὐθὺς ἰοῖσ᾽, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με,
φεύγεις δ᾽ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα.
25ἠράσθην μὲν ἔγωγα τεοῦς κόρα, ἁνίκα πρᾶτον
ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισ᾽ ὑακίνθινα φύλλα
ἐξ ὄρεος δρέψασθαι, ἐγὼ δ᾽ ὁδὸν ἁγεμόνευον.
παύσασθαι δ᾽ ἐσιδών τυ καὶ ὕστερον οὐδέ τί πᾳ νῦν
ἐκ τήνω δύναμαι: τὶν δ᾽ οὐ μέλει, οὐ μὰ Δί᾽ οὐδέν.
30γινώσκω χαρίεσσα κόρα, τίνος ὥνεκα φεύγεις:
ὥνεκά μοι λασία μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳ
ἐξ ὠτὸς τέταται ποτὶ θὥτερον ὦς μία μακρά,
εἷς δ᾽ ὀφθαλμὸς ἔπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει.
ἀλλ᾽ οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω,
35κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω:
τυρὸς δ᾽ οὐ λείπει μ᾽ οὔτ᾽ ἐν θέρει οὔτ᾽ ἐν ὀπώρᾳ,
οὐ χειμῶνος ἄκρω: ταρσοὶ δ᾽ ὑπεραχθέες αἰεί.
συρίσδεν δ᾽ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων,
τὶν τὸ φίλον γλυκύμαλον ἁμᾷ κἠμαυτὸν ἀείδων
πολλάκι νυκτὸς ἀωρί. τρέφω δέ τοι ἕνδεκα νεβρὼς
πάσας μηνοφόρως καὶ σκύμνως τέσσαρας ἄρκτων.
ἀλλ᾽ ἀφίκευσο ποθ᾽ ἁμέ, καὶ ἑξεῖς οὐδὲν ἔλασσον,
τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθεῖν.
ἅδιον ἐν τὤντρῳ παρ᾽ ἐμὶν τὰν νύκτα διαξεῖς.
45ἐντὶ δάφναι τηνεῖ, ἐντὶ ῥαδιναὶ κυπάρισσοι,
ἔστι μέλας κισσός, ἔστ᾽ ἄμπελος γλυκύκαρπος,
ἔστι ψυχρὸν ὕδωρ, τό μοι πολυδένδρεος Αἴτνα
λευκᾶς ἐκ χιόνος ποτὸν ἀμβρόσιον προΐητι.
τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθ᾽ ἕλοιτο;
50αἰ δέ τοι αὐτὸς ἐγὼ δοκέω λασιώτερος ἦμεν,
ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ.
καιόμενος δ᾽ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν
καὶ τὸν ἕν᾽ ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδέν.
ὤμοι, τ᾽ οὐκ ἔτεκέν μ᾽ μάτηρ βραγχί᾽ ἔχοντα,
55ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τευς ἐφίλασα,
αἰ μὴ τὸ στόμα λῇς, ἔφερον δέ τοι κρίνα λευκὰ
μάκων᾽ ἁπαλὰν ἐρυθρὰ πλαταγώνι᾽ ἔχοισαν.
ἀλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,
ὥστ᾽ οὐκ ἄν τοι ταῦτα φέρειν ἅμα πάντ᾽ ἐδυνάθην.
60νῦν μὰν κόριον, νῦν αὐτόγα νεῖν κε μάθοιμι,
αἴκά τις σὺν ναῒ πλέων ξένος ὧδ᾽ ἀφίκηται,
ὡς εἰδῶ, τί ποθ᾽ ἁδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν.
ἐξένθοις Γαλάτεια καὶ ἐξενθοῖσα λάθοιο
ὥσπερ ἐγὼ νῦν ὧδε καθήμενος οἴκαδ᾽ ἀπενθεῖν.
ποιμαίνειν δ᾽ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλ᾽ ἀμέλγειν
καὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα.
μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτᾷ:
οὐδὲν πήποχ᾽ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ,
καὶ ταῦτ᾽ ἆμαρ ἐπ᾽ ἆμαρ ὁρεῦσά με λεπτὸν ἐόντα.
70φασῶ τὰν κεφαλὰν καὶ τὼς πόδας ἀμφοτέρως μευ
σφύζειν, ὡς ἀνιαθῇ, ἐπεὶ κἠγὼν ἀνιῶμαι.
Κύκλωψ Κύκλωψ, πᾷ τὰς φρένας ἐκπεπότασαι;
αἴκ᾽ ἐνθὼν θαλάρως τε πλέκοις καὶ θαλλὸν ἀμάσας
ταῖς ἄρνεσσι φέροις, τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν.
75τὰν παρεοῖσαν ἄμελγε. τί τὸν φεύγοντα διώκεις;
εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίον᾽ ἄλλαν.
πολλαὶ συμπαίσδέν με κόραι τὰν νύκτα κέλονται,
κιχλίζοντι δὲ πᾶσαι, ἐπεί κ᾽ αὐταῖς ὑπακούσω
δῆλον τ᾽ ἐν τᾷ γᾷ κἠγώ τις φαίνομαι ἦμεν.
80    οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα
μουσίσδων, ῥᾷον δὲ διᾶγ᾽ εἰ χρυσὸν ἔδωκεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (18 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: