previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὧς φάτο: τὴν δ᾽ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός,
ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν:
οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις,
ἔρξον ἄφαρ: καὶ μή τι χαλέπτεο, μηδ᾽ ἐρίδαινε
110χωομένη σῷ παιδί: μεταλλήξει γὰρ ὀπίσσω.’
ῥα, καὶ ἔλλιπε θῶκον: ἐφωμάρτησε δ᾽ Ἀθήνη:
ἐκ δ᾽ ἴσαν ἄμφω ταίγε παλίσσυτοι. δὲ καὶ αὐτὴ
βῆ ῤ̔ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι.
εὗρε δὲ τόνγ᾽ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ,
115οὐκ οἶον, μετα καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεὺς
οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν,
κάλλεος ἱμερθείς. ἀμφ᾽ ἀστραγάλοισι δὲ τώγε
χρυσείοις, τε κοῦροι ὁμήθεες, ἑψιόωντο.
καί ῤ̔ μὲν ἤδη πάμπαν ἐνίπλεον ὑπὸ μαζῷ
120μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν,
ὀρθὸς ἐφεστηώς: γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰς
χροιῇ θάλλεν ἔρευθος. δ᾽ ἐγγύθεν ὀκλαδὸν ἧστο
σῖγα κατηφιόων: δοιὼ δ᾽ ἔχεν, ἄλλον ἔτ᾽ αὔτως
ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι.
125καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας
βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδ᾽ ἐνόησεν
Κύπριν ἐπιπλομένην. δ᾽ ἀντίη ἵστατο παιδός,
καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν:
τίπτ᾽ ἐπιμειδιάᾳς, ἄφατον κακόν; ἦέ μιν αὔτως
130ἤπαφες, οὐδὲ δίκῃ περιέπλεο νῆιν ἐόντα;
εἰ δ᾽ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅττι κεν εἴπω:
καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα
κεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια
ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι,
135σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο
χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον.
χρύσεα μέν οἱ κύκλα τετεύχαται: ἀμφὶ δ᾽ ἑκάστῳ
διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται:
κρυπταὶ δὲ ῥαφαί εἰσιν: ἕλιξ δ᾽ ἐπιδέδρομε πάσαις
140κυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο,
ἀστὴρ ὥς, φλεγέθοντα δι᾽ ἠέρος ὁλκὸν ἵησιν.
τήν τοι ἐγὼν ὀπάσω: σὺ δὲ παρθένον Αἰήταο
θέλξον ὀιστεύσας ἐπ᾽ Ἰήσονι: μηδέ τις ἔστω
ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη.’
145    ὧς φάτο: τῷ δ᾽ ἀσπαστὸν ἔπος γένετ᾽ εἰσαΐοντι.
μείλια δ᾽ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος
νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς.
λίσσετο δ᾽ αἶψα πορεῖν αὐτοσχεδόν: δ᾽ ἀγανοῖσιν
ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς,
150κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα:
ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδ᾽ ἐμὸν αὐτῆς,
μέν τοι δῶρόν γε παρέξομαι, οὐδ᾽ ἀπατήσω,
εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο.’
φῆ: δ᾽ ἄῤ ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ
155μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ.
αὐτίκα δ᾽ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ
πρέμνῳ κεκλιμένην: ἀνὰ δ᾽ ἀγκύλον εἵλετο τόξον.
βῆ δὲ διὲκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν.
αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο
160αἰθερίας: ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος
οὐρανίη: δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα
οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τ᾽ ἀερθεὶς
ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν.
νειόθι δ᾽ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τ᾽ ἀνδρῶν
165φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δ᾽ αὖτε
ἄκριες, ἀμφὶ δὲ πόντος ἀν᾽ αἰθέρα πολλὸν ἰόντι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: