previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν
ἑσπέριος, νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων:
νὺξ δ᾽ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά: τοὶ δὲ χαμεύνας
ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων
1195αὐτίκ᾽ ἐπεί ῥ᾽ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου
ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετ᾽ αἰθήρ,
βῆ ῥ᾽ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ,
σὺν πᾶσιν χρήεσσι: πρὸ γάρ τ᾽ ἀλέγυνεν ἕκαστα
ἠμάτιος: θῆλυν μὲν ὄιν, γάλα τ᾽ ἔκτοθι ποίμνης
1200Ἄργος ἰὼν ἤνεικε: τὰ δ᾽ ἐξ αὐτῆς ἕλε νηός.
ἀλλ᾽ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν
ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν,
ἔνθ᾽ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο
εὐαγέως θείοιο τέρεν δέμας: ἀμφὶ δὲ φᾶρος
1205ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν
Λημνιὰς Ὑψιπύλη, ἀδινῆς μνημήιον εὐνῆς.
πήχυιον δ᾽ ἄρ᾽ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας
νήησε σχίζας, ἐπὶ δ᾽ ἀρνειοῦ τάμε λαιμόν,
αὐτόν τ᾽ εὖ καθύπερθε τανύσσατο: δαῖε δὲ φιτρους
1210πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς,
Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων.
καί ῥ᾽ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν: δ᾽ ἀίουσα
κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν
ἱροῖς Αἰσονίδαο: πέριξ δέ μιν ἐστεφάνωντο
1215σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες.
στράπτε δ᾽ ἀπειρέσιον δαΐδων σέλας: ἀμφὶ δὲ τήνγε
ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο.
πίσεα δ᾽ ἔτρεμε πάντα κατὰ στίβον: αἱ δ᾽ ὀλόλυξαν
νύμφαι ἑλειονόμοι ποταμηίδες, αἳ περὶ κείνην
1220Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται.
Αἰσονίδην δ᾽ ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδ᾽ ὧς
ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρ᾽ ἑτάροισιν
μίκτο κιών: ἤδη δὲ φόως νιφόεντος ὕπερθεν
Καυκάσου ἠριγενὴς Ἠὼς βάλεν ἀντέλλουσα.
1225    καὶ τότ᾽ ἄρ᾽ Αἰήτης περὶ μὲν στήθεσσιν ἕεστο
θώρηκα στάδιον, τόν οἱ πόρεν ἐξεναρίξας
σφωιτέραις Φλεγραῖον Ἄρης ὑπὸ χερσὶ Μίμαντα:
χρυσείην δ᾽ ἐπὶ κρατὶ κόρυν θέτο τετραφάληρον,
λαμπομένην οἷόν τε περίτροχον ἔπλετο φέγγος
1230ἠελίου, ὅτε πρῶτον ἀνέρχεται Ὠκεανοῖο.
ἂν δὲ πολύρρινον νώμα σάκος, ἂν δὲ καὶ ἔγχος
δεινόν, ἀμαιμάκετον: τὸ μὲν οὔ κέ τις ἄλλος ὑπέστη
ἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ἡρακλῆα
τῆλε παρέξ, κεν οἶος ἐναντίβιον πολέμιξεν.
1235τῷ δὲ καὶ ὠκυπόδων ἵππων εὐπηγέα δίφρον
ἔσχε πέλας Φαέθων ἐπιβήμεναι: ἂν δὲ καὶ αὐτὸς
βήσατο, ῥυτῆρας δὲ χεροῖν ἔχεν. ἐκ δὲ πόληος
ἤλασεν εὐρεῖαν κατ᾽ ἀμαξιτόν, ὥς κεν ἀέθλῳ
παρσταίη: σὺν δέ σφιν ἀπείριτος ἔσσυτο λαός.
1240οἷος δ᾽ Ἴσθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα
ἅρμασιν ἐμβεβαώς, Ταίναρον, ὅγε Λέρνης
ὕδωρ, ἠὲ κατ᾽ ἄλσος Ὑαντίου Ὀγχηστοῖο,
καί τε Καλαύρειαν μετὰ δῆθ᾽ ἅμα νίσσεται ἵπποις,
πέτρην θ᾽ Αἱμονίην, δενδρήεντα Γεραιστόν:
1245τοῖος ἄρ᾽ Αἰήτης Κόλχων ἀγὸς ἦεν ἰδέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: