ὧς ἄρ᾽ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶν
δάκρυα: τὴν δ᾽ ὅγε δῆθεν ὑποβλήδην προσέειπεν:
1120‘δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας,
ὧς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις.
εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι,
τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίη τε
ἔσσεαι: οἱ δέ σε πάγχυ θεὸν ὣς πορσανέουσιν,
1125οὕνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδ᾽ ἵκοντο
σῇ βουλῇ, τῶν δ᾽ αὖτε κασίγνητοί τε ἔται τε
καὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται.
ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισιν
πορσυνέεις: οὐδ᾽ ἄμμε διακρινέει φιλότητος
1130ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι.’
ὧς φάτο: τῇ δ᾽ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ,
ἔμπης δ᾽ ἔργ᾽ ἀίδηλα κατερρίγησεν ἰδέσθαι.
σχετλίη: οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν
Ἑλλάδα ναιετάειν. ὧς γὰρ τόδε μήδετο Ἥρη,
1135ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ἰωλκὸν ἵκοιτο
Αἰαίη Μήδεια, λιποῦσ᾽ ἄπο πατρίδα γαῖαν.
ἤδη δ᾽ ἀμφίπολοι μὲν ὀπιπεύουσαι ἄπωθεν
σιγῇ ἀνιάζεσκον: ἐδεύετο δ᾽ ἤματος ὥρη
ἂψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην.
1140ἡ δ᾽ οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱ
θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν,
εἰ μὴ ἄρ᾽ Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα:
‘ὥρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο
δύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃ
1145ὀθνείων: αὖτις δ᾽ ἀβολήσομεν ἐνθάδ᾽ ἰόντες.’
ὧς τώγ᾽ ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσιν
πείρηθεν: μετὰ δ᾽ αὖτε διέτμαγεν. ἤτοι Ἰήσων
εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὦρτο νέεσθαι:
ἡ δὲ μετ᾽ ἀμφιπόλους: αἱ δὲ σχεδὸν ἀντεβόλησαν
1150πᾶσαι ὁμοῦ: τὰς δ᾽ οὔτι περιπλομένας ἐνόησεν.
ψυχὴ γὰρ νεφέεσσι μεταχρονίη πεπότητο.
αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατ᾽ ἀπήνης,
καί ῥ᾽ ἑτέρῃ μὲν χειρὶ λάβ᾽ ἡνία, τῇ δ᾽ ἄρ᾽ ἱμάσθλην
δαιδαλέην, οὐρῆας ἐλαυνέμεν: οἱ δὲ πόλινδε
1155θῦνον ἐπειγόμενοι ποτὶ δώματα. τὴν δ᾽ ἄρ᾽ ἰοῦσαν
Χαλκιόπη περὶ παισὶν ἀκηχεμένη ἐρέεινεν:
ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων
ἔκλυεν, οὔτ᾽ αὐδῆσαι ἀνειρομένῃ λελίητο.
ἷζε δ᾽ ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθεν
1160λέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν:
ὑγρὰ δ᾽ ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα
οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ.
Αἰσονίδης δ᾽ ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτο
ἐν χώρῃ, ὅθι τούσγε καταπρολιπὼν ἐλιάσθη,
1165ὦρτ᾽ ἰέναι σὺν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα,
ἡρώων ἐς ὅμιλον: ὁμοῦ δ᾽ ἐπὶ νῆα πέλασσαν.
οἱ δέ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκ τ᾽ ἐρέοντο.
αὐτὰρ ὁ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης,
δεῖξέ τε φάρμακον αἰνόν: ὁ δ᾽ οἰόθεν οἶος ἑταίρων
1170Ἴδας ἧστ᾽ ἀπάνευθε δακὼν χόλον: οἱ δὲ δὴ ἄλλοι
γηθόσυνοι τῆμος μέν, ἐπεὶ κνέφας ἔργαθε νυκτός,
εὔκηλοι ἐμέλοντο περὶ σφίσιν. αὐτὰρ ἅμ᾽ ἠοῖ
πέμπον ἐς Αἰήτην ἰέναι σπόρον αἰτήσοντας
ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμῶνα,
1175σὺν δὲ καὶ Αἰθαλίδην, υἷα κλυτὸν Ἑρμείαο.
βὰν δ᾽ ἴμεν, οὐδ᾽ ἁλίωσαν ὁδόν: πόρε δέ σφιν ἰοῦσιν
κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας
Ἀονίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ Θήβῃ
Κάδμος, ὅτ᾽ Εὐρώπην διζήμενος εἰσαφίκανεν,
1180πέφνεν Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα:
ἔνθα καὶ ἐννάσθη πομπῇ βοός, ἥν οἱ Ἀπόλλων
ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο.
τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα
Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι.
1185καί ῥ᾽ ὁ μὲν Ἀονίοισιν ἐνισπείρας πεδίοισιν
Κάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν,
Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο:
τοὺς δὲ τότ᾽ Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαι
προφρονέως, ἐπεὶ οὔ μιν ὀίσσατο πείρατ᾽ ἀέθλου
1190ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο.